Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Εἰ μὲν οὖν τοιοῦτόν ἐστιν ἡ ψυχή, οἷον καὶ τὸ σῶμα, θνητὸν καὶ φθειρόμενον, καὶ λυόμενον, καὶ σηπόμενον, οὐδὲν ἔχω περὶ αὐτῆς σεμνὸν εἰπεῖν· οὐδὲ γὰρ περὶ σώματος σεμνὸν οὐδὲν εἰπεῖν ἔχω· ἐφήμερον γὰρ τὸ θρέμμα καὶ ἀκροσφαλές, φερόμενον, ἄπιστον, ἀσαφές, καὶ ἔμπληκτον.

Εἰ τοιοῦτον ἡ ψυχή, οὔτέ τι οἶδεν, οὐδὲ ἀναμιμνήσκεται, οὕτε μανθάνει· θᾶττον γὰρ ἄν φυλάξαι σφραγῖδος τύπους κηρὸς ὑπὸ ἡλίου τηκόμενος, ἢ ψυχὴ μάθημα, εἴπέρ ἐστιν σῶμα·

πᾶν γὰρ σῶμα ῥεῖ, καὶ φέρεται ὀξέως, Εὐρίπου δίκην, [*](ματα cf. Diog. Laert. VII 158 σπέρμα . . . τὸ οἷόν τε γεννᾶν τοιαῦτα ἀφʼ οἵου καὶ αὐτὸ ἀπεκρίθη (Zeno) quod nisi ita esset ‘qui e muscis nascerentur’ cf. Sext. Emp. hyp. lII 18) [*](6.7 σπερμάτων ψυχῆς cf ἀρετῆς σπέρμα Muson. (Hense) p. 8. 1 Seneca ep 108. 8 ‖ 10. 11 τὸ σῶμα . . . φθειρόμενον vi. or. 9. 6 a τὸ μὲν σῶμα ἐφθάρη ‖ 15 ἔμπληκτον vi. or. 7. 2d ‖ 17 κηρὸς sq. similitudinem suppeditavit Plat. Theaet. 194 c sq. ‖ 18. 19 πᾶν σῶμα ῥεῖ cf. Heraclit. (Diog. Laert. IX 8) ῥεῖν τὰ ὅλα ποτα- μοῦ δίκην ‖ 19 Εὐρίπου δίκην vi. or 5. 6 b et quae ibi adnotavi) [*](2 ἐλἀῖαν (αι in ras.) | ἄμπελον (αμ in ras.) R ‖ 3 ξυνίησιν] ἀνίησιν Markl. ἐξανίησι Reiske ‖ 4 δὲ 〈καὶ〉 ἦν MN α(δ) ‖ 8 ἄλλο (λλ in ras R!) εἴη α!(δ) ‖ 11 διαλυόμενον Reiske ‖ 14 ἀκροσ- φαλές, 〈εἰκῇ〉 φερόμενον Reiske ‖ 15 ἐμπλεκτον R ‖ 16 οὐδὲ] οὐδὲν οὐδὲ B οὔτε Duebn. ‖ 17 τύπον HB (κτύπον) ‖ 18. 19 πᾶν γὰρ σῶμα om. N)

118
ἄνω καὶ κάτω, νῦν μὲν ἐκ νηπιότητος εἰς ἥβην οἰδαῖνον·

νῦν δὲ ἐξ ἥβης εἰς γῆρας ὑπονοστοῦν καὶ ὑποφερόμενον. Ἀλλʼ οὐ τοιοῦτον χρῆμα εἶναι τὴν ψυχὴν μαντεύεται οὔτε Πυθαγόρας, οὔτε Πλάτων· ἀλλʼ οὐδὲ ὁ πρὸ τούτων Ὅμηρος, ᾧ καὶ ἐν Ἅιδου διαλέγονται αἱ ψυχαί, καὶ εἰσὶν μαντικαὶ τότε.

Λέγει δέ που αὐτῷ καὶ ἀοιδὸς ἀνήρ, (χ 54) αὐτοδίδακτος δʼ εἰμί, θεοὶ δέ μοι ὤπασαν ὀμφήν. Καὶ ἀληθῆ λέγει· αὐτοδίδακτον γάρ τι χρῆμα ἀτεχνῶς ἡ ψυχή, καὶ τὸ εἰδέναι παρὰ θεῶν τῇ φύσει εὖ ἔχον.

Ἢ τὰ μὲν ἄλλα ζῷα αὐτοδίδακτα πρὸς τὰ αὐτῶν ἔργα, καὶ οὐδεὶς εἰπεῖν ἔχει διδασκάλους, οὐ λεόντων πρὸς || [*](1 ἄνω καὶ κάτω vi. or 41. 4 i ἀλλαγὴν sq. or. 1. 2 b al. 2 ἐξ ἥβης εἰς γῆρας sq. vi. simil. or. 41. 3 f ‖ 5 ἐν Ἅιδου spectat Homer. λ 52 sq. ‖ 10 τὸ εἰδέναι τῇ φύσει . . ἔχον similiter stoici docebant μετεῖναι ἀρετῆς φύσει ἡμῖν cf. Muson. (Hense) 7.9 ‖ 11 ζῷα αὐτοδίδακτα sq. cf. Cicer. nat. deor. II 47. 120 de finib. V 15 42 Philo de animal. 80 Orig. c. Cels. 221 Seneca ep. 121. 20 Aelian. nat. an 9. 40 Plin. n. hist. 7. 1 et 8. 91 ‘animalia sciunt non sua modo commoda verum et hosium adversa’ sq. 12 οὐδεὶς εἰπεῖν ἔχει διδασκάλους cf. Muson (Hense p. 7. 18) οὐκ ἂν ἔχων εἰπεῖν . . διδάσκαλον αὐτοῦ καλοκαγαθίας ‖ 12 sq. λεόν- των πρὸς ἀλκήν, ἵππων πρὸς δρόμον . . ὀρνίθων ═ or. 31. 4 a sq. or. 20. 6 c sq.) [*](12 οὐδείς — p. 119. 5 χειραμοὺς p) [*](1 νηπίτητος (ηπι in ras. et suprascr. ο) R ‖ 2 ὑπονοσοῦν Heins. ‖ 3 ὑποφθειρόμενον Heins. ‖ 6 τότε] ἐσθʼ ὅτε φ ? („et interdum divinatorii nunt“ σ2) | 7 αὐτὸ BMN φα(δ) corr. Markl. | 8 θεὸς Homerus | ὤπασαν ὀμφήν] ἔν φρεσὶν οἴμας (παντοίας ἐνέφυσεν) Homerus sed cf. Isidor Pelusiot. lib. IV epist. 30 Ὅμη- ρον, ὃν ἐπὶ γλώττης μάρτυρα προβαλοῦμαι λέγοντα „αὐτοδίδακτος εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέθηκεν“ ἤγουν „ῶπασεν ὀμφάς“ unde „hunc locum variis modis olim lectum fuisse“ conclusit Dav. ‖ 10 τοῦ εἰδέναι Markl | ε del. Reiske ἔχον] ἧκον Duk. ‖ 11 αὑτῶν α(θ))

119
ἀλκήν, οὐκ ἐλάφων πρὸς φυγήν, οὐχ ἵππων πρὸς [*](Ed. Duebn p.62) δρόμον·

ἀλλὰ καὶ ὀρνίθων γένος αὐτοδίδακτον ἐπʼ ἄκρων φυτῶν ἐμηχανήσαντο καλειάδας αὐτουργῷ τέχνῃ, καὶ ἀράχναι αὐτοφυεῖ μίτῳ θήρατρα ἐν ἀέρι, καὶ ἑρπετὰ φωλεούς, καὶ ἰχθύες χειραμούς, καὶ ὅσαι ἄλλων ζῴων τέχναι πρὸς σωτηρίαν ἑκάστῳ γένει ξύμφυτοι· [*](54b)ἀνθρώπῳ δὲ ἆρα |τῷ νοερωτάτῳ τῶν ὄντων ἐπίκτητον ἥξει τὸ εἰδέναι; οὐκοῦν ἥξει ποτέ·

ἀνάγκη γὰρ ἢ εὑρόντα εἰδέναι, ἢ μαθόντα· ὧν ἑκάτερον ἀσθενές, οὐχ ὑπούσης ἐπιστήμης φύσει· ὅ, τε γὰρ εὑρὼν πῶς