Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πάλιν αὖ μοι δεῖ τῆς τῶν ἀθλητῶν εἰκόνος.

Ἐκείνων μέν γε εὔξαιτʼ ἂν ἕκαστος μηδένα ἀγωνιστὴν ἄλλον παρελθεῖν ἐπὶ τὸ στάδιον, ἀλλʼ ἀκονιτεὶ νικᾶν αὐτάς· δεῖ γὰρ νικᾶν ἐκ πολλῶν ἕνα· ἐνταῦθα δὲ οὗτος μάλιστα τῶν ἀγωνιστῶν νικηφόρος, ὅς ἄν πολλοὺς [*](10 ἔλαττον sq. vi. or. 36 2 e ἀεὶ δὲ sp. || 11 πρᾶγμα ἑκτὸς καὶ ὡμολοημένον vi. supra p 6. 9) [*](1 ὑποβαλοῦσα BN || 5 σὺν αὐταῖς α(δ) || 7 δὴ Hob. ἢ R om. cett. (δ Δ) an scrib ἀνθρώπου ὁρμῶν (vel ἐρώτων) ἢ? || 8 αὐτοῖς BM α(δ)|| 11 ἄξῃ(ut infra or.41.5 mal.) R ἥξει BM ἥξῃ φα(θ) αἴξῃ Dav. ᾄξῃ Duebn. | ἑστὼς α(θ) | ὁμολογημένον R (pr. man. corr.) BMN || 14 γίνεται ut semper ϛ(θ) || 16 ἢ om. MN φ α(δ) || 18 οὖ] οὖν Nα(δ) | τῶν ἀθλητῶν RB ἀθλητῶν cett. (θ) | ἐκεῖ μὲν Markl || 19 ἀγωνιστικὴν (ικ punct. del .) R || 20 ἀκονιτί ϛ(δ Δ) 21 αὐτάς (scil. τὰς ἀγωνίας vi p. 11 1) R αὐτούς cett. (θ αὐτός Dav. αὐτοί Duk ἀγῶνας Schenkl | 21.22 δʼ, οὗτος α(θ) 22 νικηφόρος (ος in ras. ex οι?) R | ὃς ἂν (αν in ras. ex η) R!)

11
ἐπὶ τὴν ἀγωνίαν παρακαλέσῃ.

Εἰ γάρ, ὦ θεοί, ἐμῶν θεατῶν γένοιτό τις συναγωνιστής, ἐμοὶ ἐπὶ ταυτησὶ τῆς ἕρας συγκονιούμενος καὶ συμπονῶν, ἐγὼ τότε εὐδοκίμως στεφανοῦμαι, τότε κηρύττομαι, τότʼ, ἐν τοῖς Πανέλλησιν.

Ἕως δὲ νῦν, ἀστεφάνωτος εἶναι ὁμολογῶ καὶ ἀκήρυκτος, κἂν ὑμεῖς βοᾶτε.

Τί γὰρ ἐμοὶ ὄφελος τῶν πολλῶν λόγων καὶ τῆς συνεχοῦς ταύτης ἀγωνίας; ἔπαινοι; ἅλις τούτων· ἔχω δόξαν, διακορής εἰμι τοῦ χρήματος·

τὸ δὲ ὅλον, ἐπαινεῖ τὶς λόγους καὶ οὐ λέγει, φωνὴν ἔχων, ἀκοὴν ἔχων; ἐπαινεῖ τὶς φιλοσοφίαν καὶ

οὐ λαμβάνει, ψυχὴν ἔχων, διδάσκαλον ἔχων; γέγονεν τοίνυν τὸ χρῆμα οἷον αὐλήματα ἢ κιθαρίσματα, ἢ εἰ τις ἄλλη ἐν Διονύσου μοῦσα τραγική τις καὶ κωμῳδική· ἐπαινοῦσιν μὲν πάντες, μιμεῖται δὲ οὐδείς.

Ἢ κἀνταῦθα πάμμηκες διαφέρει ἔπαινος ἡδονῆς· ἥδονται μὲν γὰρ πάντες ἀκροώμενοι, ὃς δʼ ἂν τῷ ὄντι ἐπαινέσῃ, καὶ μιμήσεται· μέχρι δέ τις μὴ ζηλοῖ, οὐκ ἐπῄνεσεν. Ἤόη τὶς καὶ ὑπὸ αὐλημάτων ἀνὴρ ἄμουσος [*](22b) διετέθη μουσικῶς, καὶ τὰ ὦτα | ἔναυλος ὤν διαμέμνηται τοῦ μέλους, καὶ μινυρίζει πρὸς αὑτόν. Κἂν τοῦτο τὶς ὑμῶν τὸ πάθος ζηλωσάτω· τάχα γάρ που ἐρασθήσεται [*](4 εὐδοκίμως στεφανοῦμαι sq vi or 3. 5 e || 8 ἔχω δόξαν cf. Dio Chrys. XII 5 τοῦτο δὲ πολλοὺς σοφιστὰς δόξῃ καὶ μα- θηταῖς ἐπαιρομένους || 12 οἶον αὐλήματα ἢ κιθαρίσματα ═ or. 17. 5g; 26.2 d || 17 μιμήσεται sq cf. Dio Chrys. 55. 4 et 5 Plat. Prot 326a ἵνα ὁ παῖς ζηλῶν μιμῆται) [*](1 τῇ ἀγωνίᾳ MNα(δ) || 2 ἀγωνιστὴς MNφα(δ) || 3 συγκονιό- μενος Reiske (Duebn.) ||4 εὐδοκιμῶ Dav. (Δ) εὐδοκιμήσω Schenkl τότε HB om. α(δ) ||8 τούτων ἔχω δόξα; α(δ Δ) τούτων ἔχω· 〈ἔχω〉 δόξαν Schenkl || 9 (et 10) τὶς MN cum R! | καὶ οὐ λέγει om. B || 10. 11 καὶ οὐ — 12 κιθαρίσματα ἢ om. B || 13 τις καὶ] τις ἢ Markl. τε καὶ Reiske ||14 μὲν (ante πάντες) om. MNα(δ) ἦ φα(θ) ||16 ἥδοντο Nα(δ) corr. Heins. ||20 τούτῳ τις Reiske 21 ὑμῶν (ων in ras .) R)

12
καὶ τῶν αὐλῶν αὐτῶν.

Ἀνὴρ φιλοθρέμμων ὄρνιθας εἶχεν τῶν ἡδὺ μὲν φθεγγομένων τὸ ὄρθριον δὴ τοῦτο ||, [*](Ed. Duebn. p. 25)ἄσημον δὲ, καὶ οἷον ὄρνιθας εἰκός. Ἦν αὐτῷ γείτων αὐλητικός· ἀκροώμενοι δὲ οἱ ὄρνιθες διαμελετωμένου τοῦ αὐλητοῦ, καὶ ἀντάδοντες αὐτῷ ὁσημέραι, ἐτυπώθησαν τῇ ἀκοῇ πρὸς τὰ αὐλήματα, καὶ τελευτῶντες ἀρξαμένου αὐλεῖν συνεπήχουν πρὸς τὸ ἐνδόσιμον, δίκην χοροῦ·