Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἔλαττον γὰρ τὸ ληφθὲν τοῦ προσδοκωμένου. Ὁπότον δὲ ἄξῃ ψυχὴ ἐπὶ πρᾶγμα ἑστὸς καὶ ὡμολογημένον καὶ πεπε |ρασμένον καὶ ὡρισμένον, καὶ καλὸν μὲν τῇ φύσει, [*](22a) ἀνυστὸν δὲ τῷ πόνῳ, ληπτὸν δὲ τῷ λογισμῷ, διωκτὸν δὲ τῷ ἔρωτι, καταληπτὸν δὲ τῇ ἐλπίδι, τότε γίγνεται ἡ τῆς ψυχῆς ἀγωνία ἐπιτυχὴς καὶ τελεσιουργὸς καὶ νικηφόρος·

ἔστιν δὲ τοῦτο οὐκ ἄλλο τι, ἢ οἷπερ εἵνεκα ταυτὶ τὰ θέατρα οἱ φιλοσοφοῦντες ἀθροίζουσιν.

Πάλιν αὖ μοι δεῖ τῆς τῶν ἀθλητῶν εἰκόνος.

Ἐκείνων μέν γε εὔξαιτʼ ἂν ἕκαστος μηδένα ἀγωνιστὴν ἄλλον παρελθεῖν ἐπὶ τὸ στάδιον, ἀλλʼ ἀκονιτεὶ νικᾶν αὐτάς· δεῖ γὰρ νικᾶν ἐκ πολλῶν ἕνα· ἐνταῦθα δὲ οὗτος μάλιστα τῶν ἀγωνιστῶν νικηφόρος, ὅς ἄν πολλοὺς [*](10 ἔλαττον sq. vi. or. 36 2 e ἀεὶ δὲ sp. || 11 πρᾶγμα ἑκτὸς καὶ ὡμολοημένον vi. supra p 6. 9) [*](1 ὑποβαλοῦσα BN || 5 σὺν αὐταῖς α(δ) || 7 δὴ Hob. ἢ R om. cett. (δ Δ) an scrib ἀνθρώπου ὁρμῶν (vel ἐρώτων) ἢ? || 8 αὐτοῖς BM α(δ)|| 11 ἄξῃ(ut infra or.41.5 mal.) R ἥξει BM ἥξῃ φα(θ) αἴξῃ Dav. ᾄξῃ Duebn. | ἑστὼς α(θ) | ὁμολογημένον R (pr. man. corr.) BMN || 14 γίνεται ut semper ϛ(θ) || 16 ἢ om. MN φ α(δ) || 18 οὖ] οὖν Nα(δ) | τῶν ἀθλητῶν RB ἀθλητῶν cett. (θ) | ἐκεῖ μὲν Markl || 19 ἀγωνιστικὴν (ικ punct. del .) R || 20 ἀκονιτί ϛ(δ Δ) 21 αὐτάς (scil. τὰς ἀγωνίας vi p. 11 1) R αὐτούς cett. (θ αὐτός Dav. αὐτοί Duk ἀγῶνας Schenkl | 21.22 δʼ, οὗτος α(θ) 22 νικηφόρος (ος in ras. ex οι?) R | ὃς ἂν (αν in ras. ex η) R!)

11
ἐπὶ τὴν ἀγωνίαν παρακαλέσῃ.

Εἰ γάρ, ὦ θεοί, ἐμῶν θεατῶν γένοιτό τις συναγωνιστής, ἐμοὶ ἐπὶ ταυτησὶ τῆς ἕρας συγκονιούμενος καὶ συμπονῶν, ἐγὼ τότε εὐδοκίμως στεφανοῦμαι, τότε κηρύττομαι, τότʼ, ἐν τοῖς Πανέλλησιν.

Ἕως δὲ νῦν, ἀστεφάνωτος εἶναι ὁμολογῶ καὶ ἀκήρυκτος, κἂν ὑμεῖς βοᾶτε.

Τί γὰρ ἐμοὶ ὄφελος τῶν πολλῶν λόγων καὶ τῆς συνεχοῦς ταύτης ἀγωνίας; ἔπαινοι; ἅλις τούτων· ἔχω δόξαν, διακορής εἰμι τοῦ χρήματος·

τὸ δὲ ὅλον, ἐπαινεῖ τὶς λόγους καὶ οὐ λέγει, φωνὴν ἔχων, ἀκοὴν ἔχων; ἐπαινεῖ τὶς φιλοσοφίαν καὶ

οὐ λαμβάνει, ψυχὴν ἔχων, διδάσκαλον ἔχων; γέγονεν τοίνυν τὸ χρῆμα οἷον αὐλήματα ἢ κιθαρίσματα, ἢ εἰ τις ἄλλη ἐν Διονύσου μοῦσα τραγική τις καὶ κωμῳδική· ἐπαινοῦσιν μὲν πάντες, μιμεῖται δὲ οὐδείς.