Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Συνετέλει [*](24b) δὲ αὐτοῖς καὶ τὰ σχήματα | αὐτὰ πρὸς τὴν δραματουργίαν· καὶ διὰ τοῦτο ὁ μὲν Πυθαγόρας ἐξἐπληττεν, ὁ δὲ Σωκράτης ῆλεγχεν, ὁ δὲ Ξενοφῶν ἔπειθεν, ὁ δὲ Διογένης ὠνείδιζεν.

μακάριοι μὲν τῶν δραμάτων οἱ ὑποκριταί, μακάριοι δὲ τῶν ἀκουσμάτων οἱ θεαταί. Τίς ἄν ἡμῖν καὶ νῦν ποιητὴς καὶ ἀγωνιστὴς γένοιτο οὐκ ἀσχήμων, οὐδὲ ἄφωνος, ἀλλʼ ὁμιλεῖν [*](10. τὸ μὲν καλὸν sq. vi. or. 26. 2 c sq. or. 29 7 f || 20 Σωκρά- της Ξενορῶν Διογένης vi or. 34. 9 b sq or 36. 6 g sq.) [*](6 ῥακία α(θ) corr Duk βακτηρίαν Markl. || 7 τοῦ Ἀγα- μέμνονος ἢ τοῦ Τηλέφου φα(θ) οὐδὲν μεῖον τοῦ Τηλέφου ἢ τοῦ Ἀγαμέμνονος Dav ||9 δὴ] δὲ MNα(δ) ||11 διαπεφυρμένον Dav. αὐτῷ BMN || 12 αὐτοῦ Markl. (Duebn.) || 15 ἀμπεχόμενον B | τρι- βώνιον B Σωκράτη N || 23 καὶ νῦν ἡμῖν MNα(δ) | ποιητὴς] ὑποκριτὴς Markl.)

18
ἀξιόχρεως θεάτροις Ἑλληνικοῖς; Ζητῶμεν τὸν ἄνδρα· τάχα που φανήσεται, καὶ φανεὶς οὐκ ἀτιμασθήσεται.

[*](Ϛ΄)

Εἰ θεοῖς ἀγάλματα ἱδρυτέον.

Ἀρωγοὶ ἀνθρώποις θεοί, πάντες μὲν πᾶσιν, ἄλλοι δὲ ἄλλοις ἐνομίσθησαν κατὰ τὴν φήμην τῶν ὀνομάτων, καὶ διένειμαν αὐτοῖς οἷ ἄνθρωποι τιμὰς καὶ ἀγάλματα, οἱ ἐς τὰ ἴδια ἕκαστοι ὠφεληθέντες.

Οὕτω μὲν ναῦται ἐπὶ ἀκλύστου πέτρας ἀνέθηκαν οἴακας θαλαττίοις·