Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τὸ μὲν γὰρ τῶν ποιημάτων κάλλος ἕν καὶ ταυτόν, ἐάν τε δυνάστης ὁ λέγων ᾖ, ἐάν τε οἰκέτης· αἱ δὲ χρεῖαι τῶν δραμάτων μεταποιοῦσι τὰ σχήματα.

Ὁ Ἀγαμέμνων τὸ σκῆπτρον φέρει, ὁ βουκόλος διφθέραν, ὁ Ἀχιλλεύς ὅπλα, Τήλεφος ῥάκια καὶ θύλακον· ἀκροῶνται δὲ οἱ θεώμενοι οὐδὲν μᾶλλον τοῦ Τηλέφου, ἢ τοῦ Ἀγαμέμνονος· ἀποτείνεται γὰρ ἡ ψυχὴ ἐπὶ τὰ ποιήματα αὐτά, οὐ τὰς τύχας τῶν λεγόντων.

Νόμιζε δὴ κἀν τοῖς τῶν φιλοσόφων

λόγοις, τὸ μὲν καλὸν οὐκ εἶναι παντοδαπὸν οὐδὲ διαπεφορημένον, ἀλλʼ ἓν καὶ αὐτὸ αὐτῷ παραπλήσιον· τοὺς δὲ ἀγωνιστὰς αὐτούς, ἄλ λον ἄλλῳ [*](Ed. Duebn. p. 27) σχήματι ὑπὸ τῆς τύχης περιβεβλημένον, εἰσπέμπεσθαι ἐπὶ τὴν σκηνὴν τοῦ βίου, Πυθαγόραν μὲν πορφυρᾷ ἀμπισχόμενον, τρίβωνι δὲ Σωκράτην, Ξενοφῶντα δὲ θώρακι καὶ ἀσπίδι, τὸν δὲ ἐκ τῆς Σινώπης ἀγωνιστήν, κατὰ τὸν Τήλεφον ἐκεῖνον, βακτηρίᾳ καὶ θυλάκῳ.