Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Ὁ δὲ ἰδὼν καὶ ἔχων ἐν ταῖς χερσὶ τὴν Χλόην τῷ μὲν ὡς εὐεργέτῃ διηλλάττετο, τῇ δὲ ὑπὲρ τῆς ἀμελείας ἀπελογεῖτο.

Βουλευομένοις δὲ αὐτοῖς ἐδόκει τὸν γάμον κρύπτειν, ἔχειν δὲ κρύφα τὴν Χλόην πρὸς μόνην ὁμολογήσαντα τὸν ἔρωτα τὴν μητέρα· ἀλλ’ οὐ συνεχώρει Δρύας, ἠξίου δὲ τῷ πατρὶ λέγειν καὶ πείσειν αὐτὸς ἐπηγγέλλετο.

Καὶ γενομένης ἡμέρας ἔχων ἐν τῇ πήρᾳ τὰ γνωρίσματα πρόσεισι τῷ Διονυσοφάνει καὶ τῇ Κλεαρίστῃ καθημένοις ἐν τῷ παραδείσῳ (παρῆν δὲ καὶ ὁ Ἀστύλος καὶ αὐτὸς ὁ Δάφνις) καὶ σιωπῆς γενομένης ἤρξατο λέγειν

“Ὁμοία με ἀνάγκη Λάμωνι τὰ μέχρι νῦν ἄρρητα ἐκέλευσε λέγειν. Χλόην ταύτην οὔτε ἐγέννησα οὔτε ἀνέθρεψα, ἀλλὰ ἐγέννησαν μὲν ἄλλοι, κειμένην δὲ ἐν ἄντρῳ Νυμφῶν ἀνέθρεψεν οἶς.