Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Εἶδον τοῦτο αὐτὸς καὶ ἰδὼν ἐθαύμασα καὶ θαυμάσας ἔθρεψα. Μαρτυρεῖ μὲν καὶ τὸ κάλλος, ἔοικε γὰρ οὐδὲν ἡμῖν· μαρτυρεῖ δὲ καὶ τὰ γνωρίσματα, πλουσιώτερα γὰρ ἢ κατὰ ποιμένα. Ἴδετε ταῦτα καὶ τοὺς προσήκοντας τῇ κόρῃ ζητήσατε, ἵν’ ἀξία ποτὲ Δάφνιδος φανῇ.”

Τοῦτο οὔτε Δρύας ἀσκόπως ἔρριψεν οὔτε Διονυσοφάνης ἀμελῶς ἤκουσεν, ἀλλ’ ἰδὼν εἰς τὸν Δάφνιν καὶ ὁρῶν αὐτὸν χλωριῶντα καὶ κρύφα δακρύοντα ταχέως ἐφώρασε τὸν ἔρωτα· καὶ ὡς ὑπὲρ παιδὸς ἰδίου μᾶλλον ἢ κόρης ἀλλοτρίας δεδοικὼς διὰ πάσης ἀκριβείας ἤλεγχε τοὺς λόγους τοῦ Δρύαντος.

Ἐπεὶ δὲ καὶ τὰ γνωρίσματα εἶδε κομισθέντα, τὰ ὑποδήματα τὰ κατάχρυσα, τὰς περισκελίδας, τὴν μίτραν, προσκαλεσάμενος τὴν Χλόην παρεκελεύετο θαρρεῖν, ὡς ἄνδρα

p.322
μὲν ἔχουσαν ἤδη, ταχέως δὲ εὑρήσουσαν καὶ τὸν πατέρα καὶ τὴν μητέρα.

Καὶ τὴν μὲν ἡ Κλεαρίστη παραλαβοῦσα ἐκόσμει λοιπὸν ὡς υἱοῦ γυναῖκα, τὸν δὲ Δάφνιν ὁ Διονυσοφάνης ἀναστήσας μόνον ἀνέκρινεν εἰ παρθένος ἐστί· τοῦ δὲ ὀμόσαντος μηδὲν γεγονέναι φιλήματος καὶ ὅρκων πλέον, ἡσθεὶς ἐπὶ τῷ συνωμοσίῳ κατέκλινεν αὐτούς.