Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Σκληρῶς δὲ ἐκείνου τὴν ἔντευξιν ἐνεγκόντος καὶ λοιδορήσαντος εἰ παιδὶ θυγάτριον ποιμένων προξενεῖ μεγάλην ἐν τοῖς γνωρίσμασιν ἐπαγγελλομένῳ τύχην, ὃς αὐτούς, εὑρὼν τοὺς οἰκείους, καὶ ἐλευθέρους θήσει καὶ δεσπότας ἀγρῶν μειζόνων, ἡ Μυρτάλη διὰ τὸν ἔρωτα φοβουμένη μὴ τελέως ἀπελπίσας ὁ Δάφνις τὸν γάμον τολμήσῃ τι θανατῶδες, ἄλλας αὐτῷ τῆς ἀντιρρήσεως αἰτίας ἀπήγγειλε.

“Πένητες ἐσμέν, ὦ παῖ, καὶ δεόμεθα νύμφης φερούσης τι μᾶλλον· οἱ δὲ πλούσιοι καὶ πλουσίων νυμφίων δεόμενοι. Ἴθι δή, πεῖσον Χλόην, ἡ δὲ τὸν πατέρα, μηδὲν αἰτεῖν μέγα· πάντως δή που κἀκείνη φιλεῖ σε καὶ βούλεται συγκαθεύδειν πένητι καλῷ μᾶλλον ἢ πιθήκῳ πλουσίῳ.”

Μυρτάλη μὲν οὔποτε ἐλπίσασα Δρύαντα τούτοις συνθήσεσθαι μνηστῆρας ἔχοντα πλουσιωτέρους εὐπρεπῶς ᾤετο παρῃτῆσθαι τὸν γάμον· Δάφνις δὲ οὐκ εἶχε μέμφεσθαι τὰ λελεγμένα. Λειπόμενος δὲ πολὺ τῶν αἰτουμένων τὸ σύνηθες ἐρασταῖς πενομένοις ἔπραττεν· ἐδάκρυε καὶ τὰς Νύμφας αὖθις ἐκάλει βοηθούς.