Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Ἡ μὲν δὴ μαθοῦσα λυπηρῶς πάνυ διῆγε καὶ τὸν Δάφνιν ἐλάνθανεν ἐπὶ πολύ, λυπεῖν οὐ θέλουσα· ὡς δὲ ἐλιπάρει καὶ ἐνέκειτο πυνθανόμενος καὶ ἐλυπεῖτο μᾶλλον μὴ μανθάνων ἢ ἔμελλε μαθών, πάντα αὐτῷ διηγεῖται, τοὺς μνηστευομένους ὡς πολλοὶ καὶ πλούσιοι, τοὺς λόγους οὓς ἡ Νάπη σπεύδουσα τὸν γάμον ἔλεγεν, καὶ ὡς οὐκ ἀπείπατο Δρύας, ἀλλ’ ὡς εἰς τὸν τρυγητὸν ἀναβέβληται.

Ἔκφρων ἐπὶ τούτοις ὁ Δάφνις γίνεται καὶ ἐδάκρυσε καθήμενος, ἀποθανεῖσθαι μηκέτι συννεμούσης Χλόης λέγων· καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὰ πρόβατα μετὰ τοιοῦτον ποιμένα. Εἶτα ἀνενεγκὼν ἐθάρρει καὶ πείσειν ἐνενόει τὸν πατέρα καὶ ἕνα τῶν μνωμένων αὑτὸν ἠρίθμει καὶ πολὺ κρατήσειν ἤλπιζε τῶν ἄλλων.

Ἓν αὐτὸν ἐτάραττεν· οὐκ ἦν Λάμων πλούσιος· τοῦτο μόνον αὐτοῦ τὴν ἐλπίδα λεπτὴν εἰργάζετο· ὅμως δὲ ἐδόκει μνᾶσθαι, καὶ τῇ Χλόῃ συνεδόκει. Τῷ Λάμωνι μὲν οὖν οὐδὲν ἐτόλμησεν εἰπεῖν, τῇ Μυρτάλῃ δὲ θαρρήσας καὶ τὸν ἔρωτα ἐμήνυσε καὶ περὶ τοῦ γάμου λόγους προσήνεγκεν· ἡ δὲ τῷ Λάμωνι νύκτωρ ἐκοινώσατο.

p.299