Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Ἡ δὲ ἐγέλα τὸν ἔρωτα αὐτοῦ, οὐδὲ ἐραστὴν ἔφη δέξεσθαι τὸν μήτε τράγον ὄντα μήτε ἄνθρωπον ὁλόκληρον. Ὁρμᾷ διώκειν ὁ Πὰν

p.281
πρὸς βίαν· ἡ Σύριγξ ἔφευγε καὶ τὸν Πᾶνα καὶ τὴν βίαν· φεύγουσα κάμνουσα ἐς δόνακας κρύπτεται, εἰς ἕλος ἀφανίζεται.

Πὰν τοὺς δόνακας ὀργῇ τεμών, τὴν κόρην οὐχ εὑρών, τὸ πάθος μαθὼν τὸ ὄργανον νοεῖ, τοὺς καλάμους κηρῷ συνδήσας ἀνίσους, καθ’ ὅ τι καὶ ὁ ἔρως ἄνισος αὐτοῖς· καὶ ἡ τότε παρθένος καλὴ νῦν ἐστι σύριγξ μουσική.”

Ἄρτι ἐπέπαυτο τοῦ μυθολογήματος ὁ Λάμων, καὶ ἐπῄνει Φιλητᾶς αὐτὸν ὡς εἰπόντα μῦθον ᾠδῆς γλυκύτερον, καὶ ὁ Τίτυρος ἐφίσταται τὴν σύριγγα τῷ πατρὶ κομίζων, μέγα ὄργανον καὶ αὐλῶν μεγάλων,

καὶ ἵνα κεκήρωτο, χαλκῷ πεποίκιλτο. Εἴκασεν ἄν τις εἶναι ταύτην ἐκείνην, ἣν ὁ Πὰν πρώτην ἐπήξατο. Διεγερθεὶς οὖν ὁ Φιλητᾶς καὶ καθίσας ἐν καθέδρᾳ ὀρθὸς πρῶτον μὲν ἀπεπειράθη τῶν καλάμων εἰ εὖπνοι·

ἔπειτα μαθὼν ὡς ἀκώλυτον διατρέχει τὸ πνεῦμα, ἐνέπνει τὸ ἐντεῦθεν πολὺ καὶ νεανικόν. Αὐλῶν τις ἂν ᾠήθη συναυλούντων ἀκούειν· τοσοῦτον ἤχει τὸ σύριγμα. Κατ’ ὀλίγον δὲ τῆς βίας ἀφαιρῶν εἰς τὸ τερπνότερον μετέβαλλε τὸ μέλος.