Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Καὶ οἷα δὴ γέροντες ὑποβεβρεγμένοι πρὸς ἀλλήλους πολλὰ ἔλεγον· ὡς ἔνεμον ἡνίκα ἦσαν νέοι, ὡς πολλὰς λῃστῶν καταδρομὰς διέφυγον· ἐσεμνύνετό τις ὡς λύκον ἀποκτείνας, ἄλλος ὡς μόνου τοῦ Πανὸς δεύτερα συρίσας· τοῦτο τοῦ Φιλητᾶ τὸ σεμνολόγημα ἦν.

Ὁ οὖν Δάφνις καὶ ἡ Χλόη πάσας δεήσεις προσέφερον μεταδοῦναι καὶ αὐτοῖς τῆς τέχνης, συρίσαι τε ἐν ἑορτῇ θεοῦ σύριγγι χαίροντος. Ἐπαγγέλλεται Φιλητᾶς, καίτοι τὸ γῆρας ὡς ἄπνουν μεμψάμενος, καὶ ἔλαβε σύριγγα τὴν τοῦ Δάφνιδος.

Ἡ δὲ ἦν μικρὰ πρὸς μεγάλην τέχνην, οἷα ἐν στόματι παιδὸς ἐμπνεομένη. Πέμπει οὖν Τίτυρον ἐπὶ τὴν ἑαυτοῦ σύριγγα,

τῆς ἐπαύλεως ἀπεχούσης σταδίους δέκα. Ὁ μὲν οὖν ῥίψας τὸ ἐγκόμβωμα γυμνὸς ὥρμησε τρέχειν, ὥσπερ νεβρός· ὁ δὲ Λάμων ἐπηγγείλατο αὐτοῖς τὸν περὶ τῆς σύριγγος ἀφηγήσεσθαι μῦθον, ὃν αὐτῷ Σικελὸς ωἰπόλος ᾖσεν ἐπὶ μισθῷ τράγῳ καὶ σύριγγι.

“Αὕτη ἡ σύριγξ τὸ ὄργανον οὐκ ἦν ὄργανον ἀλλὰ παρθένος καλὴ καὶ τὴν φωνὴν μουσική. Αἶγας ἔνεμεν, Νύμφαις συνέπαιζεν, ᾖδεν οἷον νῦν. Πὰν ταύτης νεμούσης παιζούσης ᾀδούσης προσελθὼν ἔπειθεν ἐς ὅ τι ἔχρῃζε, καὶ ἐπηγγέλλετο τὰς αἶγας πάσας θήσειν διδυματόκους.