Liber geeponicus [Sp.]
Hero of Alexandria
Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864
Ἀψίδα μετρῆσαι, ἧς ἡ διάμετρος ποδῶν ιδ΄, ἡ δὲ κάθετος ποδῶν ζ΄· εὑρεῖν αὐτῆς τὸ ἐμβαδόν· ποίει οὕτως· τὴν διάμετρον ἐφ᾿ ἑαυτὴν γίνονται πόδες ρ𝒢Ϛ΄· τούτους ἑνδεκαπλασίασον· γίνονται πόδες βρνϚ΄· ὧν τὸ κη˝ γίνονται πόδες οζ΄· τοσούτων ποδῶν ἔσται τὸ ἐμβαδόν.
Εἰ δὲ καὶ ἀπὸ τῆς καθέτου θέλεις εὑρεῖν τὸ ἐμβαδόν, ποίει οὕτως· τοὺς ζ΄ πόδας τῆς καθέτου πολυπλασίασον ἐφ᾿ ἑαυτούς· γίνονται πόδες μθ΄· τούτους ἑνδεκάκις γίνονται πόδες φλθ΄· ὧν τὸ ζ˝ γίνονται πόδες οζ΄.
Στοὰ ἔχουσα τὸ μὲν μῆκος πηχῶν ριδ΄, τὸ δὲ πλάτος πηχῶν ιβ΄ Ϲ· εὑρεῖν πόσους πήχεις στρωτήρων λαμβάνει· ποίει οὕτως· τὸ μῆκος ἐπὶ τὸ πλάτος γίνονται αυκε΄· πρόσθες αὐτοῖς δι᾿ ὅλου τὸ ι˝ · γίνονται ρμβ΄ Ϲ· σύνθες ὁμοῦ· γίνονται αφξζ΄ Ϲ· τοσούτους πήχεις στρωτήρων λήψεται. προσετέθη τὸ ι˝ διὰ τὴν μέλλουσαν ἀπουσίαν γίνεσθαι τοῦ στρωτῆρος.
Ἀψίδα ἤγουν ἡμικύκλιον μετρῆσαι, ἧς ἡ διάμετρος ποδῶν ζ΄, ἡ δὲ κάθετος κατὰ τὸ ἥμισυ τῆς διαμέτρου ποδῶν γ΄ Ϲ, καὶ ἡ περίμετρος ποδῶν ια΄· εὑρεῖν αὐτῆς τὸ ἐμβαδόν· ποίει οὕτως· τὰ ζ΄ τῆς διαμέτρου ἐπὶ τὰ ια΄ τῆς περιμέτρου γίνονται πόδες οζ΄· τούτων τὸ δ˝ γίνονται πόδες ιθ΄ δ˝· τοσούτων ἔσται τὸ ἐμβαδόν.
Ἄλλη μέθοδος τοῦ ἐμβαδοῦ. τοὺς ζ΄ πόδας τῆς διαμέτρου ἐφʼ ἑαυτοὺς γίνονται πόδες μθ΄· τούτους ἐπὶ ια΄ γίνονται πόδες φλθ΄· ὧν τὸ κη˝ γίνονται πόδες ιθ΄ δ˝.