Liber geeponicus [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864

Ἔστω κύκλος οὗ ἡ διάμετρος ποδῶν ζ΄ ἡ δὲ αὐτοῦ περίμετρος εὑρίσκεται κατὰ τὴν προγεγραμμένην ἔκθεσιν ποδῶν κβ΄· παντὸς γὰρ κύκλου περίμετρος τριπλάσιον καὶ ἕβδομόν ἐστι τῆς διαμέτρου· ἐὰν οὖν θέλῃς εὑρεῖν τὴν περίμετρον ἀπὸ τῆς διαμέτρου, τριπλασίασον τοὺς ζ΄ πόδας τῆς διαμέτρου· γίνονται πόδες κα΄· καί πρόσθες τούτοις τὸ ζ″ τῆς αὐτῆς διαμέτρου· γίνεται ποὺς α΄· γίνονται πόδες κβ΄· τοσούτων ποδῶν ἔσται ἡ περίμετρος.

Ἐὰν θέλῃς εὑρεῖν ἀπὸ τῆς περιμέτρου τὴν διάμετρον, τοὺς κβ΄ πόδας τῆς περιμέτρου μέρισον παρὰ τὸν κβ΄· γίνεται ποὺς α΄· τοῦτον ἑπταπλασίασον· γίνονται πόδες ζ΄· τοσούτων ἔσται ἡ διάμετρος.

Ἐὰν θέλῃς ἀπὸ τῆς διαμέτρου τὸ ἐμβαδὸν εὑρεῖν τοῦ κύκλου, τοὺς ζ΄ πόδας τῆς διαμέτρου πολυπλασίασον ἐφ᾿ ἑαυτούς· γίνονται πόδες μθ΄· τούτους ἑνδεκαπλασίασον· γίνονται πόδες φλθ΄· τούτων τὸ ιδ″ γίνονται πόδες λη΄ Ϲ· τοσούτων ἔσται τὸ ἐμβαδὸν τοῦ κύκλου.

Ἐὰν θέλῃς ἀπὸ τῆς περιμέτρου τὸ ἐμβαδὸν εὑρεῖν, τοὺς κβ΄ πόδας τῆς περιμέτρου πολυπλασίασον ἐφʼ ἑαυτούς· γίνονται πόδες υπδ΄· τούτους ἑπταπλασίασον· γίνονται πόδες γτπη΄ ---λη΄ Ϲ· τοσούτων ἔσται ποδῶν τὸ ἐμβαδόν.

Ἄλλη· μέθοδος δηλοῦσα διὰ τῆς περιμέτρου τὸ ἐμβαδὸν τοῦ κύκλου.

Πρόσθες τοῖς κβ΄ ποσὶ τῆς περιμέτρου μέρος οὐτῶν Ϲ δ″· γίνονται πόδες ιϚ΄ Ϲ· ὁμοῦ πόδες λη΄ Ϲ· τοσούτων ἔσπαι τὸ ἐμβαδόν.

[*](1. τη΄] τν G 2. ᾧ G 7. ἔσται hoc loco primum recte habet G 14. ποὺς] hoc etiam loco π habet G (conf. ad cap. 46) γίνονται] γίνεται G, sed ε tribus punctis notatum κβ΄] κδ G 15. 24. 28. 32. ἔστω G)[*](28. post γτπη΄ haec fere exciderunt: μερίζω· ὧν τὸ πη″· γίνονται)