Liber geeponicus [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864

Ἔστω τετράγωνον ἰσόπλευρον καὶ ὀρθογώνιον, οὗ ἑκάστη πλευρὰ ἀνὰ πόδας ιβ´· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν· ποιῶ οὕτως· τὰ ιβ´ ἐφ᾿ ἑαυτὰ γίνονται ρμδ´ πόδες· τοσούτων ἔσται τὸ ἐμβαδόν.

Ἔστω τετράγωνον ἰσόπλευρόν τε καὶ ἰσογώνιον καὶ ἐχέτω ἑκάστην πλευρὰν ποδῶν ν´· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδὸν καὶ τὴν διαγώνιον· ποιῶ οὕτως· τὰ ν´ ἐφ᾿ ἑαυτὰ γίνονται ,βφί· [*](26. πόδας sic G, quod propterea commemoro, quia plerumque π habet: in sequentibus igitur, ubi nihil adnotabo, formam per compendium scriptam esse scito 27. 31. γίνεται, nisi fallor, G (item p. 212, 4))

212
ἔσται τὸ ἐμβαδὸν τοσούτων. τὴν δὲ διαγώνιον εὑρεῖν· δὶς τὸ ἐμβαδὸν ε· ὧν πλευρὰ τετραγωνικὴ γίνεται πόδες ο´ Ϲ δ˝· τοσούτου ἐστὶν ἡ διαγώνιος. καὶ ἄλλως· τὴν μίαν πλευράν, τουτέστι τὰ ν´, ἐπὶ τὰ ο´ Ϲ δ˝ γίνονται πόδες ,Ϛφλζ´ Ϲ· ὧν ν˝ γίνεται ο´ Ϲ δ˝.

Ἔστω τετράγωνον ἑτερόμηκες ἤτοι παραλληλόγραμμον, οὗ τὸ μῆκος ποδῶν ν´, τὸ δὲ πλάτος ποδῶν λ´· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδὸν καὶ τὴν διαγώνιον· ποιῶ οὕτως· τὸ μῆκος ἐπὶ τὸ πλάτος γίνονται πόδες ,αφ´· ἔσται τὸ ἐμβαδὸν ,αφ´ ποδῶν. τὴν δὲ διαγώνιον εὑρεῖν· τὸ μῆκος ἐφ᾿ ἑαυτὸ γίνονται πόδες ,βφ´· καὶ τὸ πλάτος ἐφ᾿ ἑαυτὸ γίνονται πόδες Ϡ´· ὁμοῦ γίνονται πόδες ,γυ´· ὧν πλευρὰ τετραγωνική πόδες νη´ γ˝· τοσούτου ἐστὶν ἡ διαγώνιος ποδῶν νη´ γ˝· τὸ δὲ ἐμβαδόν ἐστι ποδῶν ,αφ´.

Ἔστω τετράγωνον παραλληλόγραμμον μὴ ὂν ὀρθογώνιον, οὗ τὸ μεῖζον μῆκος ποδῶν λβ´, καὶ ἡ ἄλλη ποδῶν λ´· ὁμοῦ γίνονται πόδες ξβ´· ὧν τὸ ἥμισυ γίνονται λα´. καὶ τὸ πλάτος ποδῶν ιη´, καὶ τὸ ἄλλο ποδῶν ιϚ´· ὁμοῦ γίνονται λδ´· ὧν τὸ Ϲ ιζ´· ταῦτα πολυπλασιάζω ἐπὶ τὰ λα´· γίνονται πόδες φκζ´. ἑξῆς καταγραφή.

Τρίγωνον ὀρθογώνιον, οὗ ἡ μὲν κάθετος ποδῶν λ´, ἡ δὲ βάσις ποδῶν μ´ ἡ δὲ ὑποτείνουσα ποδῶν ν´· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν· ποιῶ οὕτως· τὴν βάσιν ἐπὶ τὴν κάθετον γίνονται πόδες ,ασ´· ὧν Ϲ γίνονται πόδες χ´· ἔσται τὸ ἐμβαδὸν ποδῶν χ´. εὑρεῖν αὐτοῦ καὶ τὴν ὑποτείνουσαν· τὰ λ´ τῆς καθέτου ἐφ᾿ ἑαυτὰ γίνονται Ϡ´· καὶ τὰ μ´ τῆς βάσεως ἐφ᾿ ἑαυτὰ γίνονται αχ´· ὁμοῦ πόδες ,βφ´· ὧν πλευρά τετραγωνικὴ γίνεται ν´. ἄλλως εὑρεῖν τὴν ὑποτείνουσαν· σύνθες τάς β´ πλευράς, τὰ λ´ καὶ τὰ μ´· γίνονται ο´· ταῦτα ἐπὶ ε´ τν´· τούτων τὸ ξ˝ ν´.