Liber geeponicus [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864

Τὴν περίμετρον εὑρεῖν· τὴν διάμετρον ἐπὶ τὰ κβ΄ πολυπλασίαζε καὶ μέριζε· ὧν ιδ″ ἔσται ἡ περίμετρος.

Ἀπὸ τῆς περιμέτρου εὑρεῖν τὴν διάμετρον· τὴν περίμετρον ἐπὶ τὰ ιδ΄· ὧν κβ″ ἔσται ἡ διάμετρος.

Ἀπὸ περιμέτρου τὸ ἐμβαδὸν εὑρεῖν· τὴν περίμετρον ἐφʼ ἑαυτήν· ταῦτα ἐπὶ τὰ ζ΄· ὧν μδ″ ἔσται τὸ ἐμβαδόν.

Ἀπὸ τοῦ ἐμβαδοῦ τὴν περίμετρον εὑρεῖν· ποίει τὸ ἐμβαδὸν ἐπὶ τὰ μδ΄· καὶ μέριζε· ὧν ζ″· καὶ τῶν γινομένων λάμβανε πλευρὰν τετραγωνικήν· ἔσται ἡ περίμετρος.

Ἀπὸ τοῦ ἐμβαδοῦ τὴν διάμετρον εὑρεῖν· ποίει τὸ ἐμβαδὸν ἐπὶ τὰ κη΄· καὶ μέριζε· ὧν ια″· καὶ τῶν συναχθέντων λάμβανε πλευρὰν τετραγωνικήν· ἔσται ἡ διάμετρος.