Belopoeica
Hero of Alexandria
Hero of Alexandria. Greek and Roman Artillery: Technical Treatises. Marsden, Eric William, editor. Oxford: Clarendon Press, 1971
91 Ταῦτα μὲν οὖν περὶ τὴν σύριγγα γίνεται κατὰ τὸν ὑποδεδειγμένον τρόπον. τὰ δὲ περὶ τὸ πλινθίον, λέγω δὴ τὸ ἡμιτόνιον, ὅπως διαλλάσσῃ, ἐροῦμεν δὴ ὡς ἕκαστον τῶν περὶ αὐτὸ γινομένων καὶ πρότερον ἐπὶ τοῦ παλιντόνου. ἐπεὶ οὖν σύγκειται ἐκ τεσσάρων τοίχων, δύο τε τῶν ὀρθίων καὶ δύο τῶν πλαγίωνν, ἐν οἷς τὰ τρήματά ἐστι διʼ ὧν ὁ τόνος διαβάλλεται, ἔτι τε τῶν ἐπικειμένων τοῖς πλαγίοις τοίχοις χοινικίδων, καὶ ἔτι τῶν ἐπιζυγίδων περὶ ἃς ὁ τόνος καθάπτεται, ἑκάστου τῶν προειρημένων δεῖ τά τε ὀνόματα καὶ τὰ σχήματα ἐκθέσθαι.
Τῶν οὖν ὀρθίων τοίχων ὁ μὲν καλεῖται παραστάτης, ᾧ προσαναπίπτει ὁ ἀγκών· ὁ δὲ ἕτερος ἀντιστάτης, πρὸς ᾧ ἐστιν ἡ τοῦ ἀκγῶνος πτέρνα. ὁ μὲν οὖν παραστάτης γίνεται τόνδε τὸν τρόπον· δεῖ λαβόντα σανίδα ἐξ εὐτόνου ξύλου ὀρθογώνιον ἀπεργάσασθαι (ἔστω δὲ ἐφʼ ἦς τὰ ΑΒΓ∠) καὶ ἐκ μὲν τῆς Γ∠ πλευρᾶς κατὰ τὸ|
92 μέσον κοίλασμα ποιῆσαι καθάπερ ἡμικύκλιον ἐν τῷ πάχει αὐτῆς, ὑπὲρ τοῦ τοὺς ἀγκῶνας ἔτι μᾶλλον προσαναπίπτειν καὶ πλέον ἀλλήλων ἀπέχειν, ὡς τὸ ΕΖΗ, χωροῦν τὸ τοῦ ἀγκῶνος πάχος· ἐν τούτῳ γὰρ ἀναπίπτει ὁ ἀγκών. ἐκ δὲ τῆς ἑτέρας τὸ ἴσον τῇ ἐκκοπῇ κυρτὸν ἀπεργάζεται κατὰ τὰ αὐτὰ κείμενον τῷ κοίλῳ, οἷόν ἐστι τὸ ΘΚΛ, ὅπως τὴν τῆς ΕΖΗ ἐκκοπῆς ἀσθένειαν ἐν τῷ ξύλῳ ἀναπληρώσῃ ἡ ΘΚΛ κυρτότης. τὰ δὲ ΜΘ, ΛΝ ἀπευθῦναι παράλληλα ταῖς ∠Η, ΕΓ. δεῖ δὲ καὶ ἐκ τοῦ πλήθους τοῦ παραστάτου καταλεῖψαι ἐξ ἑκατέρων μέρους διτορμίαν, οἵα ἐστὶν ἡ Ξ, Ο καὶ ἡ Π, Ρ. τὰς δὲ κτηδόνας τοῦ ξύλου εἰς τὸ ὕψος τοῦ παραστάτου ζδεῖ ποιεῖν καὶ ἐξ ἑκατέρου μέρους κατὰ τὴν ΜΘΚΛΝ γραμμὴν καὶ κατὰ τὴν ΓΕΖΗ∠ λεπίσι περιλαβεῖν καὶ ἥλοις συγκοινῶσαι ταύτας· περιτιθέναι δὲ καὶ περὶ τὰς διτορμίας κατά τε τὴν Μ∠ καὶ κατὰ τὴν ΓΝ κυκλικὰς λεπίδας καὶ ὁμοίως ἥλοις συγκοινῶσαι, ὅπως πάντοθεν ὁ παραστάτης |
93 συνδεδεμένος ὑπάρχῃ πολλὴν ὑπομένων κακοπάθειαν.
Δεῖ δὲ καὶ τὸν ἀντιστάτην τούτῳ ἴσον ποιῆσαι, ἴσον μὲν ἔχοντα μῆκος τῷ ΜΝ, πλάτος δὲ ἴσον τῷ Μ∠, καὶ ὁμοίως διτορμίας ἐξ ἑκατέρου μέρους οἵας τὰς ΜΝΓ∠ ὀρθάς. οὗτος δέ οὐ λαμβάνει οὔτε τὴν κοίλην οὔτε τὴν κυρτὴν περιφέρειαν. καὶ τοῦτον δὴ ὁμοίως ταῖς λεπίσι περιλαμβάνοντας τοῖς ἥλοις δεῖ συγκοινοῦν. λαμβάνει δὲ οὗτος ὁ ἀντιστάτης ἐκ τοῦ ἑνὸς μέρους χελώνιον κατὰ τὴν τοῦ ἀγκῶνος πτέρναν, πρὸς ἣν ἐρείσας ὁ ἀγκὼν ἀναπαύεται· καλεῖται δὲ ὑποπτερνίς.
Οἱ δὲ πλάγιοι τοῖχοι καλοῦνται μὲν περίτρητα· γίνονται δὲ |
94 τὸν τρόπον τοῦτον. ἐγκείσθαι δεῖ παραλληλόγραμμον ὀρθογώνιον τὸ ΑΒΓ∠, διπλῆν ἔχον τὴν ΑΒ τῆς ΒΓ, καὶ ἐπιζευχθείσης τῆς ΑΓ, παράλληλον ἀγαγεῖν δεῖ ταύτῃ διὰ τοῦ ∠ τὴν ∠Ε, καὶ ἔσται τὸ σχῆμα τοῦ περιτρήτου τὸ ΑΓΕ∠· ἐπιζευχθείσης δὲ [*](91. 5 ἔτι Wescher, ἐπί MPV, ἔκ R. Schneider 7 πλήθους F1P1 (coniectura), ὕψους MPV ⟨δεῖ ποιεῖν καὶ⟩ Diels 10 ⟨λεπίσι περιλαβεῖν⟩ Köchly 11 Μ∠ MPV, ΜΛ Wescher, Ν∠ R. Schneider ΓΝ] MPV Wescher, ΓΜ R. Schneider 93. 3 Μ∠ Thévenot, Η∠ Μ, Ν∠ Wescher)