Belopoeica
Hero of Alexandria
Hero of Alexandria. Greek and Roman Artillery: Technical Treatises. Marsden, Eric William, editor. Oxford: Clarendon Press, 1971
87 εἰς τὸν ἄξονα ἤτοι ἁπλᾶ ἤτοι καὶ διὰ πολυσπάστων τὰ ∠‚Ε‚Ϛ‚Ζ.|
88 Ἡ δὲ βάσις κατασκευάζεται τὸν τρόπον τοῦτον. γεγονέτω στυλίσκος ὁ ΑΒ, πάχος ἔχων ὥστε δύνασθαι τὸ ἐπικείμενον ὄργανον βαστάζειν, ὕφος ἔχων πήχεος ἑνὸς ἡμίσους, ἐπὶ βάσεως πεπηγὼς τρισκελοῦς τῆς Γ∠, τόρμον δὲ ἔχων ἐν τῷ ἄνω ἄκρῳ στρογγύλον τὸν ΕΖ, περὶ ὃν περικείσθω τὸ λεγόμενον καρχήσιον τὸ ΗΘΚΛ. τοῦτο δὲ πῆγμά ἐστιν ἐκ τεσσάρων τοίχων συμπεπτηγός, ὧν οἱ μὲν πλάγιοι οἱ ΗΘ, ΜΝ τρήματα ἔχουσι στρογγύλα δυνάμενα δέξασθαι τὸν ΕΖ τόρμον, οἱ δὲ ὄρθιοι οἱ ΗΚ, ΛΘ παρυπερέχουσι τοῦ ΜΝ τοίχου ἤτοι κανόνος ἐπὶ τὰ ἄνω, καὶ ἀπέχουσιν ἀπʼ ἀλλήλων τοσοῦτον ὥστε δέξασθαι μεταξὺ αὐτῶν τὸ τῆς σύριγγος πλάτος. ἔστω δὲ καὶ πρὸς τὸν κίονα ἐν μέσῳ ἕτερον ξύλον τὸ ΞΟ,|
89 πρὸς μὲν τῷ Ξ ἄκρῳ ἐν στροφώματι κινούμενον, καὶ ἔστω τὸ στρόφωμα ἀφαιρετὸν ἀπὸ τοῦ κίονος. τὸ δὲ ἕτερον ἄκρον ἐστὶ τὸ Ο χελωνάριον. ἔχον τὸ ΠΡ συμφυὲς βεβηκὸς ἐπὶ τοῦ ἐδάφους· καλεῖται δὲ τὸ ΞΟ ἀντηρείδιον. πρὸς δὲ τούτῳ κατὰ μέσον ἕτερον ὄρθιον ἔστω τὸ ΣΤ, κινούμενον περὶ Σ, ὥστε κατακλίνεσθαι καὶ ἀνορθοῦσθαι δύνασθαι· καλεῖται δὲ ἀναπαυστηρία.
Ἐμβληθείσης οὖν τῆς σύριγγος μεταξὺ τῶν τοίχων τοῦ καρχησίου διαβάλλεται περόνη σιδηρᾶ στρογγύλη ἡ ΥΦ διά τε τῶν τοίχων τοῦ καρχησίου καὶ διὰ τοῦ πλευροῦ τῆς σύριγγος, ὥστε εὐλύτως στρέφεσθαι. ὅταν οὖν δέῃ κατάγειν τὴν τοξῖτιν, ἐπιτιθέασι τὴν σύριγγα ἐπὶ τὴν ἀναπαυστηρίαν, ἀνανεύσαντες αὐτὴν καὶ ἀντερείσαντες τῷ ὑπὸ γαστέρα μέρει τῆς σύριγγος ὄντος τινὸς κωλύματος. εἶτα κατάξαντες τὴν διώστραν, ἐπαίρουσι τὴν σύριγγα ἀπὸ τῆς ἀναπαυστηρίας, καὶ περιάξαντες αὐτὴν διὰ τοῦ καρχησίου, ἐπινεύσαντες καὶ ἀνανεύσαντες διὰ τῆς περόνης, καὶ διοπτεύσαντες τὸν σκο|
90 πόν, ἐπιθέντες τὸ βέλος, ἀποσχάρυσι τὴν σχαστηρίαν.
[*](86. 1 δεῖ Diels, δύναται MPV Wescher 88. 5 καρχήσιον Diels Wescher in apparatu (cf. Ath. Mech. W 36 f.), χαλκήσιον MPV Wescher in textu (postea ponunt cod. MPV et Wescher χαρκήσιον) 89. 1 καὶ ἔστω Κochly, ἵνα ἔσται MPV Wescher, ἵνα ᾖ Diels)Γίνεται δὲ τὰ πλεῖστα μέρη τοῦ παντὸς ὀργάνου ἀφαιρετά, ὅπως, ἐὰν δέῃ μεταφέρεσθαι τὸ ὄργανον, λύσαντες αὐτὸ εὐκόπως μεταφέρωσιν. μόνα δὲ τὰ ἡμιτόνια ἀδιάλυτα διαμένει, ἕνεκα τοῦ τοὺς τόνους εὐκόλως ἐντίθεσθαι εἰς αὐτά.|