De mensuris

Hero of Alexandria

Hero of Alexandria, De mensuris, Heiberg, Teubner, 1914

Εὑρεῖν ἡμᾶς χρή, ποὺς ἐπὶ πόδα τί συνάγει. ποίει οὕτως· ὁ ποὺς ἔχει δακτύλους ῑϛ· τούτους ἐπανάλαβε· γίνονται ῑϛ ἐπὶ τοὺς ῑϛ· σνϛ· τούτους ἀνάλυε εἰς τοὺς ῑϛ· γίνονται δάκτυλοι ῑϛ ποὺς ᾱ. ἔχομεν οὖν ἕνα πόδα ἐκ τοῦ εἰπεῖν ἡμᾶς ἅπαξ ῑϛ καὶ ἕτερον πόδα ἐκ τοῦ πολλαπλασιασμοῦ τοῦ ῑϛ ἐπὶ ῑϛ. γίνεται οὖν ποὺς ἐπὶ πόδα ᾱ U+2220΄ ἐπὶ τὸν ᾱ U+2220΄ οὕτως· ἀπόθου ῑϛ καὶ τὸ U+2220΄ η· γίνονται κδ· ἐπὶ αὑτά· γίνονται φοϛ· τούτων τὸ ιϛ΄· γίνονται δάκτυλοι λϛ, οἵ εἰσιν πόδες β δ΄. U+2220΄ δ΄ ἐπὶ τὸ U+2220΄ δ΄· ποίει οὕτως· U+2220΄ τῶν ῑϛ· γίνονται η· καὶ δ΄ τῶν ῑϛ· γίνονται δ· ὁμοῦ γίνονται δ καὶ η ῑβ· ἐπανάβαλε ῑβ ἐπὶ ῑβ· γίνονται ρμδ· ἐπανάβαλε καὶ τὸν πόδα, τουτέστι τοὺς ῑϛ δακτύλους, ἐπὶ τοὺς ῑϛ· γίνονται σνϛ. σκόπει οὖν ἄρτι τὰ ρμδ, τί γίνονται τῶν σνϛ· λέγομεν U+2220΄ ιϛ΄· ὡς δῆλον εἶναι, ὅτι τὸ U+2220΄ δ΄ ἐπὶ τὸ U+2220΄ δ΄ γίνονται U+2220΄ ιϛ΄. β ἐπὶ β· ποίει οὕτως· δὶς ῑϛ λβ· ἐπὶ λβ· γίνονται ακδ· ὧν τὸ ιϛ΄· γίνονται ξδ. ἀνάλυε εἰς τὸν πόδα, ὅ ἐστιν εἰς τοὺς ῑϛ δακτύλους· γίνονται δ ῑϛ ξδ· ὡς γίνεσθαι δύο ἐπὶ δύο πόδας δακτύλους ξδ· γίνονται πόδες δ. β U+2220΄ δ΄ η΄ ιϛ΄ ἐπὶ τοὺς β U+2220΄ δ΄ η΄ ιϛ΄· ποίει οὕτως· δὶς ῑϛ λβ, τὸ U+2220΄ τῶν ῑϛ η, τὸ δ΄ τῶν ῑϛ δ, τὸ η΄ τῶν ῑϛ β, τὸ ιϛ΄ τῶν ῑϛ α· ὁμοῦ μζ· ταῦτα ἐφʼ ἑαυτά· γίνονται βσθ. ταῦτα ἀπάρτιζε εἰς τὸν ῑϛ οὕτως· δεκάκις ρ ,α, ἑξάκις ρ χ, δεκάκις λ τ, ἑξάκις λ ρπ, δεκάκις η π, ἑξάκις η μη, λοιπὸν α· γίνονται δάκτυλοι ρλθ, πόδες η U+2220΄ ιϛ΄. ἀρκείτω οὖν εἰς δήλωσιν τῆς τοῦ ποδὸς ἀκριβοψηφίας.

[*](1—28 om. V. 3 τούτους] Q, ταῦτα P. ἐπανάλαβε] πολ- λαπλασίασον Q; fort. ἐπανάβαλε. 4 γίνονται—τοὺς ῑϛ] ἐπὶ ῑϛ γίνεται Q. 9 αὐτά Q. φοϛ] Hultsch, φιϛ PQ. 10 εἰσι Q.)