De mensuris

Hero of Alexandria

Hero of Alexandria, De mensuris, Heiberg, Teubner, 1914

Ἱπποδρόμιον μετρήσωμεν οὕτως, ὥστε γνῶναι ἡμᾶς, πόσους ἄνδρας χωρεῖ. ἐχέτω μῆκος ποδῶν σ· τούτους δίπλωσον· γίνονται υ. ἀρίθμησον τὰ βάθρα τοῦ ἑνὸς μέρους· ἐν ὑποδείγματι ἐχέτω ν. δίπλωσον καὶ ταῦτα· γίνονται ρ· τὰ ρ ἐπὶ τὰ υ γίνονται μυριάδες δ· ὡς δῆλον, ὅτι χρὴ ἡμᾶς εἰπεῖν, δ μυριάδας χωρεῖν τὸ ἱπποδρόμιον.

[*](1—16 om. V. 2 μέτρησον οὗ] Q, om. P. 3 Mg. μεῖζον (h. e. μῖξον) τὴν μείζονα περιφέρειαν καὶ τὴν ἐλάσσω (comp.), λαβὲ τὸ ἥμισυ καὶ πολλαπλασίασον ἐπὶ τὴν ποσότητα τῶν βαθμῶν, καὶ εὑρήσεις τὸ ποσόν P, eadem post lin. 16 Q (μῖξον, καὶ τὴν ἐλάσσω] κτχ). 5 ἐλάσσω] P, φ Q.  γίνεται Q, ut semper.)