Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

ταῦτα ὕφελε ἀπὸ τῆς ἐν τῇ βάσει διαγωνίου, ἀπὸ τῶν κβ β· λοιπὸν ιδ ϛʹ. ταῦτα πολυπλασίαζε ἐφʼ ἑαυτά· γίνονται σ γ΄ δ΄ θ΄. καὶ ὁμοίως τὰ τοῦ κλίματος τὰ μ ἐφʼ ἑαυτά· γίνονται ,αχ. ἀπὸ τούτων ὕφελε τὰ σ γ΄ δ΄ θ΄ λοιπὸν ,αυ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται λζ δ΄ ϛ΄ μετὰ διαφόρου. τοσούτου ἡ κάθετος.

ἔχομεν οὖν λίθον μείουρον, ὅ ἐστιν ἀνισοπαχοῦντα, οὗ αἱ περὶ τὴν βάσιν πλευραὶ ἐκ ποδῶν ιϛ, αἱ δὲ περὶ τὴν κορυφὴν ἐκ ποδῶν ϛ, μῆκος ποδῶν λζ δ΄ ϛ΄. ποίει οὕτως· τοὺς ἐν τῇ βάσει διʼ ἀλλήλων· γίνονται σνϛ. καὶ ὁμοίως τοὺς ἐν τῇ κορυφῇ ϛ· γίνονται λϛ. σύνθες ὁμοῦ· γίνονται σ𝒢β· ὧν U+2220΄ γίνονται ρμϛ. ταῦτα ἐπὶ τὴν κάθετον, ἐπὶ τὰ λζ δ΄ ϛ΄· γίνονται ,ευξγ. τοσούτων ποδῶν ἡ κόλουρος πυραμὶς καλουμένη.

ἐὰν δὲ μὴ ᾖ ἡ βάσις μήτε ἡ κορυφὴ τετράγωνος ἀλλὰ ἑτερομήκης, κατὰ ἑκάστην τῶν πλευρῶν πολυ [*](1 ἐκ] ἐκ (h. e. ἑκάστη) S; item lin 2 (utr.). 2 ποδῶν ϛ καὶ] θ ς seq. spat. 1 litt. S. 6 τοσούτου μετὰ διαφόρου])

144
[*](S) πλασιάσας συνθήσεις τὴν πλευρὰν εἰς τὸ τὴν διαγώνιόν σε εὑρεῖν· οἷον ἐπὶ ὑποδείγματος· ἐὰν ἡ μία τῶν περὶ τὴν βάσιν ᾖ ποδῶν ιϛ, ἡ δὲ ἑτέρα ποδῶν ιβ, ποιήσεις τὰ ιϛ ἐφʼ ἑαυτά· γίνονται σνϛ· ὁμοίως καὶ τὰ ιβ ἐφʼ ἑαυτά· γίνονται ρμδ. σύνθες ὁμοῦ· γίνονται υ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται κ. τοσούτου ἡ διαγώνιος τοῦ ἐν τῇ βάσει τετραγώνου. τοῦ κατʼ αὐτὴν μεθόδου εὑρήσεις τὸ στερεόν.