Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

[*](CMS)

Κίων, οὗ τὸ μῆκος ποδῶν κδ, διάμετρος ἡ μὲν πρὸς ῥίζῃ ποδῶν γ, ἡ δὲ πρὸς κορυφὴν ποδῶν β δ΄· εὑρεῖν τὸ στερεόν. ποίει οὕτως· τὴν διάμετρον ἐφʼ ἑαυτήν· γίνονται θ. ἐπὶ τὸ μῆκος· γίνονται σιϛ· ὧν δ΄ γίνονται νδ· ὧν U+2220΄ γίνονται κζ· ὁμοῦ γίνονται πα. ἆρον ἀπὸ τῶν σιϛ τὰ πα· λοιπὸν ρλε.

Λίθου μῆκος ποδῶν η, πλάτος ποδῶν ε, πάχος ποδῶν δ. ποίει διʼ ἀλλήλων· γίνονται ρξ. τοσούτων ποδῶν ἐστι τὸ στερεὸν τοῦ λίθου.