Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Καὶ πόσου ἡ ἐπιφάνεια τοῦ αὐτοῦ τετρασείρου; ποιῶ οὕτως· λάμβανε τὴν περίμετρον ἀπὸ τῆς διαμέτρου· γίνονται πόδες ιθ παρὰ τὸ ξ´. ταῦτα ποιῶ ἐπὶ τὴν κάθετον τῶν γ ποδῶν· γίνονται νϛ U+2220´ ιδ´. τοσούτων ἔστω ἡ ἐπιφάνεια τοῦ τετρασείρου.

[*](S)

Ἔλλειψιν μετρήσομεν, ἧς ὁ μὲν μείζων ἄξων ποδῶν ιϛ, ὁ δὲ μικρότερος ποδῶν ιβ. ἐπειδὴ οὖν ἐν τοῖς Κωνοειδέσιν ὁ Ἀρχιμήδης δείκνυσιν, ὅτι τὸ ὑπὸ τῶν ἀξόνων δύναται τὸ ἀπὸ κύκλου διαμέτρου ἴσου τῇ ἐλλείψει, ποίει οὕτως· πολυπλασίαζε τὰ ιβ ἐπὶ τὰ ιϛ· γίνονται πόδες ρ𝒢β. ταῦτα ποιῶ ἑνδεκάκις· γίνονται πόδες ,βριβ· ὧν ιδ´ γίνονται πόδες ρν U+2220´ δ´ ιδ´ κη´. καὶ ἕξεις τοσούτων ἀποφαίνεσθαι τὸ τῆς ἐλλείφεως ἐμβαδόν.