Gnomologium Epicteteum (e Stobaei libris 3‑4)

Epictetus

Epictetus. Epicteti Dissertationes ab Arriano Digestae. Schenkl, Heinrich, editor. Leipzig:Teubner, 1916.

41. (47). Ἀντὶ βοῶν ἀγέλης πειρῶ φίλων ἀγέλας ἐναγελάζεσθαί σου τῇ οἰκίᾳ.

42. (48). Ὥσπερ λύκος ὅμοιον κυνί, οὕτω καὶ κόλαξ καὶ μοίχὸς καὶ παράσιτος ὅμοιον φίλῳ. πρόσεχε τοιγαροῦν, μὴ ἀντὶ κυνῶν φυλάκων λάθῃς λυμεῶνας εἰσδεχόμενος λύκους.

43. (49). Τὸ μὲν γύψῳ λευκανθίζουσαν σπουδάζειν θαυμάζεσθαι τὴν οἰκίαν ἀπειροκάλου, τὸ δὲ ἦθος χρηστότητι κοινωνίας λαμπρύνειν φιλοκάλου ἅμα καὶ φιλανθρώπου.

44. (50). Ἐὰν θαυμάζῃς τὰ μικρὰ πρὸ τῶν μεγάλων, καταφρονήσῃ· ἐὰν δὲ καταφρονήσῃς τῶν μικρῶν μεγάλως, θαυμασθήσῃ.

45. (51). Οὐδὲν μικρότερον φιλοκερδείας καὶ φιληδονίας καὶ ἀλαζονείας· οὐδὲν κρεῖσσον μεγαλοφροσύνης καὶ ἡμερότητος καὶ φιλανθρωπίας καὶ εὐποιίας.

46. (13). Οὐδεὶς φιλοχρήματος καὶ φιλήδονος καὶ φιλόδοξος φιλάνθρωπος, ἀλλὰ μόνος ὁ φιλόκαλος.

47. (14). Ὥσπερ οὐκ ἂν ἐβούλου ἐν νηὶ μεγάλῃ καὶ γλαφυρᾷ καὶ πολυχρύσῳ πλέων βαπτίζεσθαι, οὕτω μηδὲ ἐν οἰκίᾳ αἱροῦ ὑπερμεγέθει καὶ πολυτελεῖ αὐλιζόμενος χειμάζεσθαι.

Ἐπικτήτου. 48. (58). Ὥσπερ ἀληθὴς ζυγὸς οὔτε πρὸς ἀληθοῦς εὐθύνεται ζυγοῦ οὔθʼ ὑπὸ ψευδοῦς κρίνεται, οὕτω καὶ ὁ δίκαιος κριτὴς οὔθʼ ὑπὸ δικαίων εὐθύνεται οὔτε παρʼ ἀδίκοις δικάζεται.

49. (59). Ὥσπερ τὸ εὐθὺ εὐθέος οὐ δεῖται, οὕτως οὐδὲ τὸ δίκαιον δικαίου.

50. (60). Μὴ πρότερον 〈ἐν〉 ἑτέρῳ δικαστηρίῳ δικάσῃς, πρὶν 〈ἂν〉 αὐτὸς παρὰ τῇ δίκῃ κριθῇς.

51. (61). Εἰ βούλει τὰς κρίσεις δικαίας ποιεῖσθαι, μηδένα τῶν δικαζομένων καὶ δικαιολογούντων ἐπιγίγνωσκε, ἀλλʼ αὐτὴν τὴν δίκην.

52. (62). Ἥκιστα πταίσεις ἐν ταῖς κρίσεσιν, ἐὰν αὐτὸς ἐν τῷ βίῳ ἄπταιστος διατελῇς.

53. (63). Ἄμεινον δικαίως κρίναντα πρὸς τοῦ καταδικασθέντος ἀδίκως μεμφθῆναι ἢ ἀδίκως κρίναντα παρὰ τῇ φύσει δικαίως ψέγεσθαι.

54. (64). Καθάπερ ἡ τὸν χρυσὸν δοκιμάζουσα λίθος οὐκέτι καὶ αὐτὴ πρὸς τοῦ χρυσοῦ δοκιμάζεται, οὕτω καὶ ὁ τὸ κριτήριον ἔχων.

55. (65). Αἰσχρὸν τὸν δικαστὴν πρὸς ἑτέρων δικάζεσθαι.

56. (66). Καθάπερ ὀρθοῦ οὐδὲν ὀρθότερον, οὕτως οὐδὲ δικαίου οὐδὲν δικαιότερον.

Ἐπικτήτου. 57. (78). Ὥσπερ οἱ ἐπὶ τῶν λιμένων πυρσοὶ διʼ ὀλίγων φρυγάνων πολλὴν ἀνάψαντες φλόγα ταῖς ἀλωμέναις ἀνὰ τὸ πέλαγος ναυσὶν ἱκανὴν ἐργάζονται βοήθειαν, οὕτω καὶ ἀνὴρ λαμπρὸς ἐν πόλει χειμαζομένῃ αὐτὸς ὀλίγοις ἀρκούμενος μεγάλα τοὺς πολίτας εὐεργετεῖ.

Ἐπικτήτου. 58. (79), Ὥσπερ εἰ ναῦν κυβερνᾶν ἐπεχείρεις, πάντως ἂν τὴν κυβερνητικὴν ἐξεμάθανες τέχνην,--- ἐξέσται γάρ σοι, ὥσπερ ἐξεμάνθανες ἐκεῖσε πᾶσαν, οὕτω κἀνθάδε πᾶσαν κυβερνᾶν πόλιν.

Τοῦ αὐτοῦ. 59. (80). Εἰ πρόκειταί σοι τὴν πόλιν ἀναθήμασι κοσμεῖν, σεαυτῷ πρῶτον ἀνάθες τὸ κάλλιστον ἡμερότητος καὶ δικαιοσύνης καὶ εὐποιίας ἀνάθημα.

Τοῦ αὐτοῦ 60. (81). Εὐποιήσεις σὺ τὰ μέγιστα τὴν πόλιν, εἰ μὴ τοὺς ὀρόφους ὑψώσεις, ἀλλὰ τὰς ψυχὰς αὐξήσεις. ἄμεινον γὰρ ἐν μικροῖς οἰκήμασι μεγάλας οἰκεῖν ψυχὰς ἢ ἐν μεγάλαις οἰκίαις ταπεινὰ φωλεύειν ἀνδράποδα.