Gnomologium Epicteteum (e Stobaei libris 3‑4)

Epictetus

Epictetus. Epicteti Dissertationes ab Arriano Digestae. Schenkl, Heinrich, editor. Leipzig:Teubner, 1916.

21. (32). Μὴ συγκεράσας ἅμα ὀργὴν πολυτελείᾳ προσενέγκῃς. πολυτέλεια μὲν 〈ἐμ〉πηδήασα τῷ σώματι μετʼ οὐ πολὺ οἴχεται, ἡ δὲ ὀργὴ ἐνδῦσα τῇ ψυχῇ ἐπὶ τὸ μήκιστον μένει. σκόπει τοιγαροῦν, ὅπως μὴ ὑπʼ ὀργῆς ἐξαχθεὶς τοὺς δαιτυμόνας πολυτελῶς ὑβρίσῃς, ἀλλὰ μᾶλλον μεθʼ ἡμερότητος εὐτελῶς εὐφράνῃς.

22. (12). Αἰσχρὸν τοῖς τῶν μελιττῶν δωρήμασι γλυκάζοντα τὴν κατάποσιν τὸ τῶν θεῶν δῶρον πικράζειν τὸν λόγον τῇ κακίᾳ.

23. (33). Μελέτω σοι ἐν τοῖς σιτίοις, ὅπως σοι οἱ ὑπουργοῦντες μὴ πλείους τῶν ὑπουργουμένων ὑπάρχωσιν· ἄτοπον γὰρ ὀλίγαις στιβάσι πολλὰς δουλεύειν ψυχάς.

24. (34). Ἄριστον μέν, εἰ κἀν ταῖς παρασκευαῖς χειρουργῶν κἀν ταῖς τροφαῖς ἑστιώμενος κοινωνεῖς τοῖς θεραπεύουσι τῶν παρόντων. εἰ δὲ τὸ τοιόνδε δυσχερὲς τῷ καιρῷ ὑπάρχοι, μέμνησο, ὅτι μὴ κάμνων ὑπὸ καμνόντων ὑπουργῇ, ἐσθίων ὑπὸ μὴ

ἐσθιόντων, πίνων ὑπὸ μὴ πινόντων, [ἐσθίων] λαλῶν ὑπὸ σιωπώντων, ἀνειμένος ὑπὸ συνεσταλμένων· καὶ οὔτε αὐτὸς φλεγμήνας ἄτοπον πείσῃ οὐθʼ ἕτερον ἀγριάνας χαλεπὸν ἐργάσῃ.

25. (35). Ἐρίζειν καὶ φιλονεικεῖν πάντῃ μὲν ἀνοίκειον, μάλιστα δὲ ἐν ταῖς παρὰ πότον ὁμιλίαις ἀπρεπές. οὔτε γὰρ ἂν μεθύων νήφοντα διδάξειέ τις οὔτʼ αὖ μεθύων πρὸς νήφοντος πεισθείη. ἔνθα δʼ ἂν μὴ παρῇ πειθοῦς τέλος, εἰκῇ σε παρέχεις διατείνεσθαι.

26. (36). Οἱ τέττιγες μουσικοί, οἱ δὲ κοχλίαι ἄφωνοι· χαίρουσι δὲ οἱ μὲν ὑγραινόμενοι, οἱ δὲ ἀλεαινόμενοι· ἔπειτα προκαλεῖται τοὺς μὲν ἡ δρόσος καὶ ἐπὶ ταύτῃ ἐκδύνουσι, τοὺς δʼ αὖ διεγείρει ἀκμάζων ὁ ἥλιος καὶ ἐπʼ αὐτῷ ᾄδουσι. τοιγαροῦν εἰ βούλει μουσικὸς καὶ εὐάρμοστος ὑπάρχειν ἀνήρ, ἡνίκʼ ἂν ἐν τοῖς πότοις ὑπὸ τοῦ οἴνου δροσισθῇ ἡ ψυχή, τότε αὐτὴν μὴ ἔα προιοῦσαν μολύνεσθαι· ἀλλʼ ἡνίκʼ ἂν ἐν τοῖς συνεδρίοις ὑπὸ τοῦ λόγου διαπυρωθῇ, τότε θεσπίζειν καὶ ᾄδειν τὰ τῆς δικαιοσύνης κέλευε λόγια.

27. (37). Τὸν προσομιλοῦντα τριχῇ διασκοποῦ, ἢ ὡς ἀμείνονα ἢ ὡς ἥττονα ἢ ὡς ἴσον· καὶ εἰ μὲν ἀμείνονα, ἀκούειν χρὴ

καὶ πείθεσθαι αὐτῷ· εἰ δὲ ἥττονα, πείθειν· εἰ δὲ ἴσον, συμφωνεῖν· καὶ οὔποτε ἁλώσῃ φιλονεικίας.

28. (38). Ἄμεινον τῇ ἀληθεία συγχωρήσαντα τὴν δόξαν νικᾶν ἢ τῇ δόξῃ συγχωρήσαντα πρὸς τῆς ἀληθείας ἡττᾶσθαι.

29. (39). Ζητῶν τὴν ἀλήθειαν οὐ ζητήσεις τὸ ἐκ παντὸς τρόπου νικᾶν καὶ εὑρὼν τὴν ἀλήθειαν ἕξεις τὸ μὴ νικᾶσθαι.

30. (40). Ἡ ἀλήθεια παρʼ αὑτῇ νικᾷ, ἡ δὲ δόξα παρὰ τοῖς ἔξω.

31. (8). Ἐλευθερία καὶ δουλεία, τὸ μὲν ἀρετῆς ὄνομα, τὸ δὲ κακίας, ἄμφω δὲ προαιρέσεως ἔργα. οἶς δὲ προαίρεσις οὐ κοινωνεῖ, τούτων ψαύει μὲν οὐδέτερον· τύχη δὲ δεσπόζειν εἴωθε σώματος καὶ ὅσα τῶν ἀμφὶ σῶμα προαιρέσεως ἀκοινώνητα. οὐδεὶς γὰρ δοῦλος τὴν προαίρεσιν ὑπάρχων ἐλεύθερος.

32. (9). Κακὸς δεσμὸς σώματος μὲν τύχη, ψυχῆς δὲ κακία. ὁ μὲν γὰρ τὸ σῶμα λελυμένος, τὴν δὲ ψυχὴν δεδεμένος δοῦλος· ὁ δʼ αὖ τὸ σῶμα δεδεμένος, τὴν δὲ ψυχὴν λελυμένος ἐλεύθερος.

33. (10). Τὸν μὲν τοῦ σώματος δεσμὸν λύει καὶ φύσις διὰ

θανάτου καὶ κακία διὰ χρημάτων, τὸν δὲ τῆς ψυχῆς ἀρετὴ διὰ μαθήσεως καὶ ἐμπειρίας καὶ ἀσκήσεως.

34. (11). Εἰ βούλει ἀταράχως καὶ εὐαρέστως ζῆν, πειρῶ τοὺς συνοικοῦντάς σοι σύμπαντας ἀγαθοὺς ἔχειν· ἕξεις δὲ ἀγαθούς, εἰ τοὺς μὲν ἑκόντας παιδεύοις, τοὺς δὲ ἄκοντας ἔπειτα κεχειρωμένους ἀπολύοις. συμφεύξεται γὰρ τοῖς φυγοῦσιν ἡ μοχθηρία ἅμα καὶ ἡ δουλεία, συναπολειφθήσεται δὲ τοῖς συμμένουσί σοι ἡ χρηστότης καὶ ἡ ἐλευθερία.

35. (41). Βέλτιον μετὰ ἑνὸς ἐλευθέρου ζῶντα ἄφοβον καὶ ἐλεύθερον ὑπάρχειν ἢ μετὰ πολλῶν δουλεύειν.

36. (42). Ὅπερ φεύγεις παθεῖν, τοῦτο μὴ ἐπιχείρει διατιθέναι· φεύγεις δὲ δουλείαν, φυλάσσου τὸ δουλεύεσθαι. ὑπομένων γὰρ δουλεύεσθαι αὐτὸς ὑπάρχειν πρότερον ἔοικας δοῦλος· οὔτε γὰρ κακίᾳ ἀρετὴ κοινωνεῖ οὔτε ἐλευθερία δουλείᾳ.

37. (43). Ὥσπερ ὁ ὑγιαίνων οὐκ ἂν ὑπὸ νοσούντων βούλοιτο θεραπεύεσθαι οὐδὲ τοὺς συνοικοῦντας ἑαυτῷ νοσεῖν, οὕτως οὐδʼ

ὁ ἐλεύθερος ἀνάσχοιτʼ ἂν ὑπὸ δούλων ὑπηρετεῖσθαι ἢ τοὺς συμβιοῦντας ἑαυτῷ δουλεύειν.

38. (44). Εἰ βούλει δούλων ἐκτὸς ὑπάρχειν, αὐτὸς ἀἀπολύθητι δουλείας· ἔσῃ δʼ ἐλεύθερος, ἐὰν ἀπολυθῇς ἐπιθυμίας. οὔτε γὰρ Ἀριστείδης οὔτε Ἐπαμεινώνδας οὔτε Λυκοῦργος πλουτοῦντες καὶ δουλευόμενοι ὁ μὲν δίκαιος, ὁ δὲ σωτήρ, ὁ δὲ θεὸς ἀνηγορεύθησαν· ἀλλʼ ὅτι πενόμενοι τὴν Ἑλλάδα δουλείας ἀπέλυον.

39. (45). Εἰ βούλει σοι τὴν οἰκίαν εὖ οἰκεῖσθαι, μιμοῦ τὸν Σπαρτιάτην Λυκοῦργον. ὃν γὰρ τρόπον οὗτος οὐ τείχεσι τὴν πόλιν ἔφραξεν, ἀλλʼ ἀρετῇ τοὺς ἐνοικοῦντας ὠχύρωσε καὶ διαπαντὸς ἐτήρησεν ἐλευθέραν τὴν πόλιν, οὕτω καὶ σὺ μὴ μεγάλην αὐλὴν περιβάλλου καὶ πύργους ὑψηλοὺς ἀνίστα, ἀλλὰ τοὺς ἐνοικοῦντας εὐνοίᾳ καὶ πίστει καὶ φιλίᾳ στήριζε· καὶ οὐδὲν εἰς αὐτὴν εἰσελεύσεται βλαβερόν, οὐδʼ ἂν τὸ σύμπαν τῆς κακίας παρατάξηται στῖφος.

(75) 40. (46). Μὴ πίναξι καὶ γραφαῖς τὴν οἰκίαν σου περίβαλλε, ἀλλὰ σωφροσύνῃ κατάγραφε. τὸ μὲν γὰρ ἀλλοῖον τῶν ὀφθαλμῶν

ἐστιν ἐπίκαιρος γοητεία, τὸ δὲ σύμφυτος καὶ ἀνεξάλειπτος καὶ ἀίδιος οἰκίας κόσμος.