Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἄπαγε αὐτόν. ἀκολουθῶ ἐν παιδιᾷ. ἀλλʼ ἀφαιρεῖταί σου ὁ τράχηλος. ἐκείνου δʼ αὐτοῦ ἀεὶ ἐπιμένει, ὑμῶν δὲ τῶν πειθομένων; ἀλλʼ ἄταφος ῥιφήσῃ. εἰ ἐγώ εἰμι ὁ νεκρός, ῥιφήσομαι· εἰ δʼ ἄλλος εἰμὶ τοῦ νεκροῦ, κομψότερον λέγε, ὡς ἔχει τὸ πρᾶγμα, καὶ μὴ ἐκφόβει με.

τοῖς παιδίοις ταῦτα φοβερά ἐστι καὶ τοῖς ἀνοήτοις. εἰ δέ τις εἰς φιλοσόφου σχολὴν ἅπαξ εἰσελθὼν οὐκ οἶδεν, τί ἐστιν αὐτός, ἄξιός ἐστι φοβεῖσθαι καὶ κολακεύειν ὃ ὕστερον ἐκολάκευεν· εἰ μήπω μεμάθηκεν, ὅτι οὐκ ἔστι σὰρξ οὐδʼ ὀστᾶ οὐδὲ νεῦρα, ἀλλὰ τὸ τούτοις χρώμενον, τὸ καὶ διοικοῦν καὶ παρακολουθοῦν ταῖς φαντασίαις.

ναί· ἀλλʼ οἱ λόγοι οὗτοι καταφρονητὰς ποιοῦσι τῶν νόμων. — καὶ ποῖοι μᾶλλον λόγοι πειθομένους παρέχουσι τοῖς νόμοις τοὺς χρωμένους; νόμος δʼ οὐκ ἔστι τὰ ἐπὶ μωρῷ.

καὶ ὅμως ὅρα, πῶς καὶ πρὸς τούτους ὡς δεῖ ἔχοντας παρασκευάζουσιν, οἵ γε διδάσκουσιν μηδενὸς ἀντιποιεῖσθαι πρὸς αὐτούς, ἐν οἷς ἂν ἡμᾶς νικῆσαι δύνωνται.

περὶ τὸ σωμάτιον διδάσκουσιν ἐξίστασθαι, περὶ τὴν κτῆσιν ἐξίστασθαι, περὶ τὰ τέκνα, γονεῖς δʼ, ἀδελφούς, πάντων παραχωρεῖν, πάντα ἀφιέναι· μόνα τὰ δόγματα ὑπεξαιροῦνται, ἃ καὶ ὁ Ζεὺς ἐξαίρετα ἑκάστου εἶναι ἠθέλησεν.

ποία ἐνθάδε παρανομία, ποία ἀβελτερία; ὅπου κρείττων εἶ καὶ ἰσχυρότερος, ἐκεῖ σοι ἐξίσταμαι· ὅπου πάλιν ἐγὼ κρείττων, σὺ παραχώρει μοι. ἐμοὶ γὰρ μεμέληκεν, σοὶ δʼ οὔ.

σοὶ μέλει, πῶς ἐν ὀρθοστρώτοις οἰκῇς, ἔτι πῶς παῖδές σοι καὶ πιλλᾶτοι διακονῶσιν, πῶς ἐσθῆτα περίβλεπτον φορῇς, πῶς κυνηγοὺς πολλοὺς ἔχῃς, πῶς κιθαρῳδούς, τραγῳδούς.

μή τι ἀντιποιοῦμαι; μή τι οὖν δογμάτων σοι μεμέληκε; μή τι τοῦ λόγου τοῦ σεαυτοῦ; μή τι οἶδας, ἐκ τίνων μορίων συνέστηκεν, πῶς συνάγεται, τίς ἡ διάρθρωσις αὐτοῦ, τίνας ἔχει δυνάμεις καὶ ποίας τινάς;

τί οὖν ἀγανακτεῖς, εἰ ἄλλος ἐν τούτοις σου πλέον ἔχει ὁ μεμελετηκώς; — ἀλλὰ ταῦτʼ ἔστι τὰ μέγιστα. — καὶ τίς σε κωλύει περὶ ταῦτʼ ἀναστρέφεσθαι καὶ τούτων ἐπιμελεῖσθαι; τίς δὲ μείζονα ἔχει παρασκευὴν βιβλίων, εὐσχολίας, τῶν ὠφελησόντων;

μόνον ἀπόνευσόν ποτε ἐπὶ ταῦτα, ἀπόνειμον κἂν ὀλίγον χρόνον τῷ σαυτοῦ ἡγεμονικῷ· σκέψαι τί ποτʼ ἔχεις τοῦτο καὶ πόθεν ἐληλυθός, τὸ πᾶσιν τοῖς ἄλλοις χρώμενον, πάντα τἆλλα δοκιμάζον, ἐκλεγόμενον, ἀπεκλεγόμενον.

μέχρι δʼ ἂν οὗ περὶ τὰ ἐκτὸς ἀναστρέφῃ, ἐκεῖνα ἕξεις οἷα οὐδείς, τοῦτο δʼ οἷον αὐτὸ ἔχειν θέλεις, ῥυπαρὸν καὶ ἀτημέλητον.

μηδέποτʼ ἀπὸ τῶν κοινῶν τινα μήτʼ ἐπαινέσητε μήτε ψέξητε μήτε τέχνην τινὰ ἢ ἀτεχνίαν προσμαρτυρήσητε· καὶ ἅμα μὲν προπετείας ἑαυτοὺς ἀπαλλάξετε, ἅμα δὲ κακοηθείας.

οὗτος ταχέως λούεται. κακῶς οὖν ποιεῖ; οὐ πάντως.

ἀλλὰ τί; ταχέως λούεται. — πάντα οὖν καλῶς γίνεται; — οὐδαμῶς· ἀλλὰ τὰ μὲν ἀπὸ δογμάτων ὀρθῶν καλῶς, τὰ δʼ ἀπὸ μοχθηρῶν μοχθηρῶς. σὺ δὲ μέχρις ἂν καταμάθῃς τὸ δόγμα, ἀφʼ οὗ τις ποιεῖ ἕκαστα, μήτʼ ἐπαίνει τὸ ἔργον μήτε ψέγε.

δόγμα δʼ ἐκ τῶν ἐκτὸς οὐ ῥᾳδίως κρίνεται. οὗτος τέκτων ἐστίν. διὰ τί; χρῆται σκεπάρνῳ. τί οὖν τοῦτο; οὗτος μουσικός· ᾁδει γάρ. καὶ τί τοῦτο; οὗτος φιλόσοφος. διὰ τί;

τρίβωνα γὰρ ἔχει καὶ κόμην. οἱ δʼ ἀγύρται τί ἔχουσιν; διὰ τοῦτο, ἂν ἀσχημονοῦντά τις ἴδῃ τινὰ αὐτῶν, εὐθὺς λέγει ἰδοὺ ὁ φιλόσοφος τί ποιεῖ. ἔδει δʼ ἀφʼ ὧν ἠσχημόνει μᾶλλον λέγειν αὐτὸν μὴ εἶναι φιλόσοφον.

εἰ μὲν γὰρ αὕτη ἐστὶν ἡ τοῦ φιλοσόφου πρόληψις καὶ ἐπαγγελία, ἔχειν τρίβωνα καὶ κόμην, καλῶς ἂν ἔλεγον· εἰ δʼ ἐκείνη μᾶλλον, ἀναμάρτητον εἶναι, διὰ τί οὐχὶ διὰ τὸ μὴ πληροῦν τὴν ἐπαγγελίαν ἀφαιροῦνται αὐτὸν τῆς προσηγορίας;

οὕτως γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. ὅταν ἴδῃ τις κακῶς πελεκῶντα, οὐ λέγει τί ὄφελος τεκτονικῆς; ἰδοὺ οἱ τέκτονες οἷα ποιοῦσι κακά, ἀλλὰ πᾶν τοὐναντίον λέγει οὗτος οὐκ ἔστι τέκτων, πελεκᾷ γὰρ κακῶς.