Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

θέλεις πενίαν; φέρε καὶ γνώσῃ, τί ἐστι πενία τυχοῦσα καλοῦ ὑποκριτοῦ.

θέλεις ἀρχάς; φέρε, καὶ πόνους. ἀλλʼ ἐξορισμόν; ὅπου ἂν ἀπέλθω, ἐκεῖ μοι καλῶς ἔσται· καὶ γὰρ ἐνθάδε οὐ διὰ τὸν τόπον ἦν μοι καλῶς, ἀλλὰ διὰ τὰ δόγματα, ἃ μέλλω μετʼ ἐμαυτοῦ ἀποφέρειν. οὐδὲ γὰρ δύναταί τις ἀφελέσθαι αὐτά, ἀλλὰ ταῦτα μόνα ἐμά ἐστι καὶ ἀναφαίρετα καὶ ἀρκεῖ μοι παρόντα, ὅπου ἂν ὦ καὶ ὅ τι ἂν ποιῶ.

ἀλλʼ ἤδη καιρὸς ἀποθανεῖν. τί λέγεις ἀποθανεῖν; μὴ τραγῴδει τὸ πρᾶγμα, ἀλλʼ εἰπὲ ὡς ἔχει ἤδη καιρὸς τὴν ὕλην, ἐξ ὧν συνῆλθεν, εἰς ἐκεῖνα πάλιν ἀποκαταστῆναι. καὶ τί δεινόν; τί μέλλει ἀπόλλυσθαι τῶν ἐν τῷ κόσμῳ, τί γενέσθαι καινόν, παράλογον; τούτων ἕνεκα φοβερός ἐστιν ὁ τύραννος;

διὰ ταῦτα οἱ δορυφόροι μεγάλας δοκοῦσιν ἔχειν τὰς μαχαίρας καὶ ὀξείας; ἄλλοις ταῦτα· ἐμοὶ δʼ ἔσκεπται περὶ πάντων, εἰς ἐμὲ οὐδεὶς ἐξουσίαν ἔχει.

ἠλευθέρωμαι ὑπὸ τοῦ θεοῦ, ἔγνωκα αὐτοῦ τὰς ἐντολάς, οὐκέτι οὐδεὶς δουλαγωγῆσαί με δύναται, καρπιστὴν ἔχω οἷον δεῖ, δικαστὰς οἵους δεῖ.

οὐχὶ τοῦ σώματός σου κύριός εἰμι; τί οὖν πρὸς ἐμέ; οὐχὶ τοῦ κτησιδίου; τί οὖν πρὸς ἐμέ; οὐχὶ φυγῆς ἢ δεσμῶν; πάλιν τούτων πάντων καὶ τοῦ σωματίου ὅλου σοι αὐτοῦ ἐξίσταμαι, ὅταν θέλῃς. πείρασαί μοί σου τῆς ἀρχῆς καὶ γνώσῃ, μέχρι τίνος αὐτὴν ἔχεις.

τίνα οὖν ἔτι φοβηθῆναι δύναμαι; τοὺς ἐπὶ τοῦ κοιτῶνος; μὴ τί ποιήσωσιν; ἀποκλείσωσί με; ἄν με εὕρωσι θέλοντα εἰσελθεῖν, ἀποκλεισάτωσαν. — τί οὖν ἔρχῃ ἐπὶ θύρας; — ὅτι καθήκειν ἐμαυτῷ δοκῶ μενούσης τῆς παιδιᾶς συμπαίζειν.

— πῶς οὖν οὐκ ἀποκλείῃ; — ὅτι ἂν μή τίς με δέχηται, οὐ θέλω εἰσελθεῖν, ἀλλʼ ἀεὶ μᾶλλον ἐκεῖνο θέλω τὸ γινόμενον. κρεῖττον γὰρ ἡγοῦμαι ὃ ὁ θεὸς θέλει ἢ ὃ ἐγώ. προσκείσομαι διάκονος καὶ ἀκόλουθος ἐκείνῳ, συνορμῶ, συνορέγομαι, ἁπλῶς συνθέλω. ἀποκλεισμὸς ἐμοὶ οὐ γίνεται, ἀλλὰ τοῖς βιαζομένοις.

διὰ τί οὖν οὐ βιάζομαι; οἶδα γάρ, ὅτι ἔσω ἀγαθὸν οὐδὲν διαδίδοται τοῖς εἰσελθοῦσιν. ἀλλʼ ὅταν ἀκούσω τινὰ μακαριζόμενον, ὅτι τιμᾶται ὑπὸ τοῦ Καίσαρος, λέγω τί αὐτῷ συμβαίνει; μή τι οὖν καὶ δόγμα, οἷον δεῖ ἐπαρχίαν; μή τι οὖν καὶ τὸ χρῆσθαι ἐπιτροπῇ;

τί ἔτι διωθοῦμαι; ἰσχαδοκάρυά τις διαρριπτεῖ· τὰ παιδία ἁρπάζει καὶ ἀλλήλοις διαμάχεται· οἱ ἄνδρες οὐχί, μικρὸν γὰρ αὐτὸ ἡγοῦνται. ἂν δʼ ὀστράκια διαρριπτῇ τις, οὐδὲ τὰ παιδία ἁρπάζει.

ἐπαρχίαι διαδίδονται· ὄψεται τὰ παιδία. ἀργύριον· ὄψεται τὰ παιδία. στρατηγία, ὑπατεία· διαρπαζέτω τὰ παιδία· ἐκκλειέσθω, τυπτέσθω, καταφιλείτω τὰς χεῖρας τοῦ διδόντος, τῶν δούλων· ἐμοὶ δʼ ἰσχαδοκάρυόν ἐστιν.

τί οὖν, ἂν ἀπὸ τύχης ῥιπτοῦντος αὐτοῦ ἔλθῃ εἰς τὸν κόλπον ἰσχάς; ἄρας κατάφαγε· μέχρι τοσούτου γὰρ ἔστι καὶ ἰσχάδα τιμῆσαι. ἵνα δὲ κρύψω καὶ ἄλλον ἀνατρέψω ἢ ὑπʼ ἄλλου ἀνατραπῶ καὶ κολακεύσω τοὺς εἰσιόντας, οὐκ ἀξία οὔτʼ ἰσχὰς οὔτʼ ἄλλο τι τῶν οὐκ ἀγαθῶν, ἅ με ἀναπεπείκασιν οἱ φιλόσοφοι μὴ δοκεῖν ἀγαθὰ εἶναι.

δείκνυέ μοι τὰς μαχαίρας τῶν δορυφόρων. ἰδοῦ, ἡλίκαι εἰσὶ καὶ πῶς ὀξεῖαι. τί οὖν ποιοῦσιν αἱ μεγάλαι αὗται μάχαιραι καὶ ὀξεῖαι;

ἀποκτειννύουσιν. πυρετὸς δὲ τί ποιεῖ; ἄλλο οὐδέν. κεραμὶς δὲ τί ποιεῖ; ἄλλο οὐδέν. θέλεις οὖν πάντα ταῦτα θαυμάζω καὶ προσκυνῶ καὶ δοῦλος πάντων περιέρχωμαι;

μὴ γένοιτο· ἀλλʼ ἅπαξ μαθών, ὅτι τὸ γενόμενον καὶ φθαρῆναι δεῖ, ἵνα ὁ κόσμος μὴ ἵστηται μηδʼ ἐμποδίζηται, οὐκέτι διαφέρομαι, πότερον πυρετὸς αὐτὸ ποιήσει ἢ κεραμὶς ἢ στρατιώτης, ἀλλʼ εἰ δεῖ συγκρῖναι, οἶδʼ ὅτι ἀπονώτερον αὐτὸ καὶ ταχύτερον ὁ στρατιώτης ποιήσει.

ὅταν οὖν μήτε φοβῶμαί τι ὧν διαθεῖναί με δύναται μήτʼ ἐπιθυμῶ τινος ὧν παρασχεῖν, τί ἔτι θαυμάζω αὐτόν, τί ἔτι τέθηπα; τί φοβοῦμαι τοὺς δορυφόρους; τί χαίρω, ἄν μοι φιλανθρώπως λαλήσῃ καὶ ἀποδέξηταί με, καὶ ἄλλοις διηγοῦμαι, πῶς μοι ἐλάλησεν;

μὴ γὰρ Σωκράτης ἐστίν, μὴ γὰρ Διογένης, ἵνʼ ὁ ἔπαινος αὐτοῦ ἀπόδειξις ᾖ περὶ ἐμοῦ;

μὴ γὰρ τὸ ἦθος ἐζήλωκα αὐτοῦ; ἀλλὰ τὴν παιδιὰν σῴζων ἔρχομαι πρὸς εμαὐτὸν καὶ ὑπηρετῶ, μέχρις ἂν ὅτου μηδὲν ἀβέλτερον κελεύῃ μηδʼ ἄρρυθμον. ἂν δέ μοι λέγῃ ἄπελθε ἐπὶ Λέοντα τὸν Σαλαμίνιον, λέγω αὐτῷ ζήτει ἄλλον· ἐγὼ γὰρ οὐκέτι παίζω.