Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὅταν οὖν ταῦτα ἀσφαλῆ μοι ᾖ, τί ἔχω περὶ τὰ ἐκτὸς ταράσσεσθαι; ποῖος τύραννος φοβερός, ποία νόσος, ποία πενία, ποῖον πρόσκρουσμα;

— ἀλλʼ οὐκ ἤρεσα τῷ δεῖνι. — μὴ οὖν ἐκεῖνος ἐμόν ἐστιν ἔργον, μή τι ἐμὸν κρίμα; — οὔ. — τί οὖν ἔτι μοι μέλει; — ἀλλὰ δοκεῖ τις εἶναι. —

ὄψεται αὐτὸς καὶ οἷς δοκεῖ, ἐγὼ δʼ ἔχω, τίνι με δεῖ ἀρέσκειν, τίνι ὑποτετάχθαι, τίνι πείθεσθαι· τῷ θεῷ καὶ μετʼ ἐκεῖνον

--- ἐμὲ ἐκεῖνος συνέστησεν ἐμαυτῷ καὶ τὴν ἐμὴν προαίρεσιν ὑπέταξεν ἐμοὶ μόνῳ δοὺς κανόνας εἰς χρῆσιν αὐτῆς τὴν ὀρθήν, οἷς ὅταν κατακολουθήσω, ἐν συλλογισμοῖς οὐκ ἐπιστρέφομαι οὐδενὸς τῶν ἄλλο τι λεγόντων, ἐν μεταπίπτουσιν οὐ φροντίζω οὐδενός. διὰ τί οὖν ἐν τοῖς μείζοσιν ἀνιῶσί με οἱ ψέγοντες;

τί τὸ αἴτιον ταύτης τῆς ταραχῆς; οὐδὲν ἄλλο ἢ ὅτι ἐν τούτῳ τῷ τόπῳ ἀγύμναστός εἰμι.

ἐπεί τοι πᾶσα ἐπιστήμη καταφρονητική ἐστι τῆς ἀγνοίας καὶ τῶν ἀγνοούντων καὶ οὐ μόνον αἱ ἐπιστῆμαι, ἀλλὰ καὶ αἱ τέχναι. φέρε ὃν θέλεις σκυτέα καὶ τῶν πολλῶν καταγελᾷ περὶ τὸ αὑτοῦ ἔργον· φέρε ὃν θέλεις τέκτονα.

πρῶτον μὲν οὖν ταῦτα ἔχειν πρόχειρα καὶ μηδὲν δίχα τούτων ποιεῖν, ἀλλὰ τετάσθαι τὴν ψυχὴν ἐπὶ τοῦτον τὸν σκοπόν, μηδὲν τῶν ἔξω διώκειν, μηδὲν τῶν ἀλλοτρίων, ἀλλʼ ὡς διέταξεν ὁ δυνάμενος, τὰ προαιρετικὰ ἐξ ἅπαντος, τὰ δʼ ἄλλα ὡς ἂν διδῶται.

ἐπὶ τούτοις δὲ μεμνῆσθαι, τίνες ἐσμὲν καὶ τί ἡμῖν ὄνομα, καὶ πρὸς τὰς δυνάμεις τῶν σχέσεων πειρᾶσθαι τὰ καθήκοντα ἀπευθύνειν·

τίς καιρὸς ᾠδῆς, τίς καιρὸς παιδειᾶς, τίνων παρόντων· τί ἔσται ἀπὸ τοῦ πράγματος· μή τι καταφρονήσωσιν ἡμῶν οἱ συνόντες, μή τι ἡμεῖς αὐτῶν· πότε σκῶψαι καὶ τίνας ποτὲ καταγελάσαι καὶ ἐπὶ τίνι ποτὲ συμπεριενεχθῆναι καὶ τίνι, καὶ λοιπὸν ἐν τῇ συμπεριφορᾷ πῶς τηρῆσαι τὸ αὑτοῦ. ὅπου δʼ ἂν ἀπονεύσῃς ἀπό τινος τούτων, εὐθὺς ζημία,

οὐκ ἔξωθέν ποθεν, ἀλλʼ ἐξ αὐτῆς τῆς ἐνεργείας.

τί οὖν; δυνατὸν ἀναμάρτητον ἤδη εἶναι; ἀμήχανον, ἀλλʼ ἐκεῖνο δυνατὸν πρὸς τὸ μὴ ἁμαρτάνειν τετάσθαι διηνεκῶς. ἀγαπητὸν γάρ, εἰ μηδέποτʼ ἀνιέντες ταύτην τὴν προσοχὴν ὀλίγων γε ἁμαρτημάτων ἐκτὸς ἐσόμεθα. νῦν δʼ ὅταν εἴπῃς

ἀπαύριον προσέξω, ἴσθι ὅτι τοῦτο λέγεις σήμερον ἔσομαι ἀναίσχυντος, ἄκαιρος, ταπεινός· ἐπʼ ἄλλοις ἔσται τὸ λυπεῖν με· ὀργισθήσομαι σήμερον, φθονήσω.

βλέπε, ὅσα κακὰ σεαυτῷ ἐπιτρέπεις. ἀλλʼ εἴ σοι αὔριον καλῶς ἔχει, πόσῳ κρεῖττον σήμερον· εἰ αὔριον συμφέρει, πολὺ μᾶλλον σήμερον, ἵνα καὶ αὔριον δυνηθῇς καὶ μὴ πάλιν ἀναβάλῃ εἰς τρίτην.

ὅταν τις ἡμῖν ἁπλῶς δόξῃ διειλέχθαι περὶ τῶν ἑαυτοῦ πραγμάτων, πώς ποτε ἐξαγόμεθα καὶ αὐτοὶ πρὸς τὸ ἐκφέρειν πρὸς αὐτὸν τὰ ἑαυτῶν ἀπόρρητα καὶ τοῦτο ἁπλοῦν οἰόμεθα εἶναι·

πρῶτον μὲν ὅτι ἄνισον εἶναι δοκεῖ αὐτὸν μὲν ἀκηκοέναι τὰ τοῦ πλησίον, μὴ μέντοι μεταδιδόναι κἀκείνῳ ἐν τῷ μέρει τῶν ἡμετέρων. εἶθʼ ὅτι οἰόμεθα οὐχ ἁπλῶν ἀνθρώπων παρέξειν αὐτοῖς φαντασίαν σιωπῶντες τὰ ἴδια.

ἀμέλει πολλάκις εἰώθασιν λέγειν ἐγώ σοι πάντα τἀμαυτοῦ εἴρηκα, σύ μοι οὐδὲν τῶν σῶν εἰπεῖν θέλεις; ποῦ γίνεται τοῦτο;

πρόσεστι δὲ καὶ τὸ οἴεσθαι ἀσφαλῶς πιστεύειν τῷ ἤδη τὰ αὑτοῦ πεπιστευκότι· ὑπέρχεται γὰρ ἡμᾶς, ὅτι οὐκ ἄν ποτε οὗτος ἐξείποι τὰ ἡμέτερα εὐλαβούμενος, μήποτε καὶ ἡμεῖς ἐξείπωμεν τὰ ἐκείνου.

οὕτως καὶ ὑπὸ τῶν στρατιωτῶν ἐν Ῥώμῃ οἱ προπετεῖς λαμβάνονται. παρακεκάθικέ σοι στρατιώτης ἐν σχήματι ἰδιωτικῷ καὶ ἀρξάμενος κακῶς λέγει τὸν Καίσαρα, εἶτα σὺ ὥσπερ ἐνέχυρον παρʼ αὐτοῦ λαβὼν τῆς πίστεως τὸ αὐτὸν τῆς λοιδορίας κατῆρχθαι λέγεις καὶ αὐτὸς ὅσα φρονεῖς, εἶτα δεθεὶς ἀπάγῃ.

τοιοῦτόν τι καὶ ἐν τῷ καθόλου πάσχομεν. οὐ γὰρ ὡς ἐμοὶ ἐκεῖνος ἀσφαλῶς πεπίστευκεν τὰ ἑαυτοῦ, οὕτως κἀγὼ τῷ ἐπιτυχόντι·

ἀλλʼ ἐγὼ μὲν ἀκούσας σιωπῶ, ἄν γε ὦ τοιοῦτος, ὁ δʼ ἐξελθὼν ἐκφέρει πρὸς πάντας. εἶτʼ ἂν γνῶ τὸ γενόμενον, ἂν μὲν ὦ καὶ αὐτὸς ἐκείνῳ ὅμοιος, ἀμύνασθαι θέλων ἐκφέρω τὰ ἐκείνου καὶ φύρω καὶ φύρομαι.