Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἐγὼ μὲν νὴ τοὺς θεοὺς τὸν νέον τὸν πρώτως κινούμενον θέλω μᾶλλον ἐλθεῖν πρός με πεπλασμένον τὴν κόμην ἢ κατεφθινηκότα καὶ ῥυπαρόν. βλέπεται γάρ τις ἐν ἐκείνῳ τοῦ καλοῦ φαντασία, ἔφεσις δὲ τοῦ εὐσχήμονος. ὅπου δʼ αὐτὸν εἶναι φαντάζεται, ἐκεῖ καὶ φιλοτεχνεῖ.

λοιπὸν ὑποδεῖξαι μόνον αὐτῷ δεῖ καὶ εἰπεῖν νεανίσκε, τὸ καλὸν ζητεῖς καὶ εὖ ποιεῖς. ἴσθι οὖν, ὅτι ἐκεῖ φύεται, ὅπου τὸν λόγον ἔχεις· ἐκεῖ αὐτὸ ζήτει, ὅπου τὰς ὁρμὰς καὶ τὰς ἀφορμάς, ὅπου τὰς ὀρέξεις, τὰς ἐκκλίσεις.

τοῦτο γὰρ ἔχεις ἐν σεαυτῷ ἐξαίρετον, τὸ σωμάτιον δὲ φύσει πηλός ἐστιν. τί πονεῖς εἰκῇ περὶ αὐτό; εἰ μηδὲν ἕτερον, τῷ χρόνῳ γνώσῃ, ὅτι οὐδέν ἐστιν.

ἂν δέ μοι ἔλθῃ κεκοπρωμένος, ῥυπαρός, μύστακα ἔχων μέχρι τῶν γονάτων, τί αὐτῷ εἰπεῖν ἔχω, ἀπὸ ποίας αὐτὸν ὁμοιότητος ἐπαγαγεῖν;

περὶ τί γὰρ ἐσπούδακεν ὅμοιον τῷ καλῷ, ἵνʼ αὐτὸν μεταθῶ καὶ εἴπω οὐκ ἔστιν ἐνθάδε τὸ καλόν, ἀλλʼ ἐνθάδε; θέλεις αὐτῷ λέγω οὐκ ἔστιν ἐν τῷ κεκοπρῶσθαι τὸ καλόν, ἀλλʼ ἐν τῷ λόγῳ; ἐφίεται γὰρ τοῦ καλοῦ; ἔμφασιν γάρ τινα αὐτοῦ ἔχει; ἄπελθε καὶ χοίρῳ διαλέγου, ἵνʼ ἐν βορβόρῳ μὴ κυλίηται.

διὰ τοῦτο καὶ Πολέμωνος ἥψαντο οἱ λόγοι οἱ Ξενοκράτους ὡς φιλοκάλου νεανίσκου· εἰσῆλθεν γὰρ ἔχων ἐναύσματα τῆς περὶ τὸ καλὸν σπουδῆς, ἀλλαχοῦ δʼ αὐτὸ ζητῶν.

ἐπεί τοι οὐδὲ τὰ ζῷα τὰ ἀνθρώποις σύντροφα ῥυπαρὰ ἐποίησεν ἡ φύσις. μή τι ἵππος κυλίεται ἐν βορβόρῳ, μή τι κύων γενναῖος; ἀλλʼ ὁ ὗς καὶ τὰ σαπρὰ χηνίδια καὶ σκώληκες καὶ ἀράχναι, τὰ μακροτάτω τῆς ἀνθρωπίνης συναναστροφῆς ἀπεληλασμένα.

σὺ οὖν ἄνθρωπος ὢν οὐδὲ ζῷον εἶναι θέλεις τῶν ἀνθρώποις συντρόφων, ἀλλὰ σκώληξ μᾶλλον ἢ ἀράχνιον; οὐ λούσῃ πού ποτε ὡς θέλεις, οὐκ ἀποπλυνεῖς σεαυτόν, οὐχ ἥξεις καθαρός, ἵνα σοι χαίρωσιν οἱ συνόντες; ἀλλὰ καὶ εἰς τὰ ἱερὰ ἡμῖν συνέρχῃ τοιοῦτος, ὅπου πτῦσαι οὐ νενόμισται οὐδʼ ἀπομύξασθαι, ὅλος ὢν πτύσμα καὶ μύξα;

τί οὖν; καλλωπίζεσθαί τις ἀξιοῖ; μὴ γένοιτο, εἰ μὴ ἐκεῖνο ὃ πεφύκαμεν, τὸν λόγον, τὰ δόγματα, τὰς ἐνεργείας, τὸ δὲ σῶμα μέχρι τοῦ καθαρίου, μέχρι τοῦ μὴ προσκόπτειν.

ἀλλʼ ἂν ἀκούσῃς, ὅτι οὐ δεῖ φορεῖν κόκκινα, ἀπελθὼν κόπρωσόν σου τὸν τρίβωνα ἢ κατάρρηξον. — ἀλλὰ πόθεν ἔχω καλὸν τρίβωνα; — ἄνθρωπε, ὕδωρ ἔχεις, πλῦνον αὐτόν.

ἰδοὺ νέος ἀξιέραστος, ἰδοὺ πρεσβύτης ἄξιος τοῦ ἐρᾶν καὶ ἀντερᾶσθαι, ᾧ τις υἱον αὑτοῦ παραδῷ --- θησόμενον, ᾧ θυγατέρες, ᾧ νέοι προσελεύσονται, ἂν οὕτως τύχῃ, ἵνα ἐν κοπρῶνι λέγῃ τὰς σχολάς.

μὴ γένοιτο. πᾶσα ἐκτροπὴ ἀπό τινος ἀνθρωπικοῦ γίνεται, αὕτη ἐγγύς ἐστι τῷ μὴ ἀνθρωπικὴ εἶναι.

ὅταν ἀφῇς πρὸς ὀλίγον τὴν προσοχήν, μὴ τοῦτο φαντάζου, ὅτι, ὁπόταν θέλῃς, ἀναλήψῃ αὐτήν, ἀλλʼ ἐκεῖνο πρόχειρον ἔστω σοι, ὅτι παρὰ τὸ σήμερον ἁμαρτηθὲν εἰς τἆλλα χεῖρον ἀνάγκη σοι τὰ πράγματα ἔχειν.

πρῶτον μὲν γὰρ τὸ πάντων χαλεπώτατον ἔθος τοῦ μὴ προσέχειν ἐγγίνεται, εἶτα ἔθος τοῦ ἀναβάλλεσθαι τὴν προσοχήν· ἀιεὶ δʼ εἰς ἄλλον καὶ ἄλλον χρόνον εἴωθας ὑπερτίθεσθαι τὸ εὐροεῖν, τὸ εὐσχημονεῖν, τὸ κατὰ φύσιν ἔχειν καὶ διεξάγειν.

εἰ μὲν οὖν λυσιτελὴς ἡ ὑπέρθεσίς ἐστιν, ἡ παντελὴς ἀπόστασις αὐτῆς ἐστι λυσιτελεστέρα· εἰ δʼ οὐ λυσιτελεῖ, τί οὐχὶ διηνεκῆ τὴν προσοχὴν φυλάσσεις;

σήμερον παῖξαι θέλω. τί οὖν κωλύει προσέχοντα; ᾆσαι. τί οὖν κωλύει προσέχοντα; μὴ γὰρ ἐξαιρεῖταί τι μέρος τοῦ βίου, ἐφʼ ὃ οὐ διατείνει τὸ προσέχειν; χεῖρον γὰρ αὐτὸ προσέχων ποιήσεις, βέλτιον δὲ μὴ προσέχων;

καὶ τί ἄλλο τῶν ἐν τῷ βίῳ κρεῖσσον ὑπὸ τῶν μὴ προσεχόντων γίνεται; ὁ τέκτων μὴ προσέχων ---; ὁ κυβερνήτης μὴ προσέχων κυβερνᾷ ἀσφαλέστερον; ἄλλο δέ τι τῶν μικροτέρων ἔργων ὑπὸ ἀπροσεξίας ἐπιτελεῖται κρεῖσσον;

οὐκ αἰσθάνῃ, ὅτι, ἐπειδὰν ἀφῇς τὴν γνώμην, οὐκ ἔτι ἐπὶ σοί ἐστιν ἀνακαλέσασθαι αὐτήν, οὐκ ἐπὶ τὸ εὔσχημον, οὐκ ἐπὶ τὸ αἰδῆμον, οὐκ ἐπὶ τὸ κατεσταλμένον; ἀλλὰ πᾶν τὸ ἐπελθὸν ποιεῖς, ταῖς προθυμίαις ἐπακολουθεῖς.

τίσιν οὖν δεῖ με προσέχειν;— πρῶτον μὲν ἐκείνοις τοῖς καθολικοῖς καὶ ἐκεῖνα πρόχειρα ἔχειν καὶ χωρὶς ἐκείνων μὴ καθεύδειν, μὴ ἀνίστασθαι, μὴ πίνειν, μὴ ἐσθίειν, μὴ συμβάλλειν ἀνθρώποις· ὅτι προαιρέσεως ἀλλοτρίας κύριος οὐδείς, ἐν ταύτῃ δὲ μόνῃ τἀγαθὸν καὶ κακόν.

οὐδεὶς οὖν κύριος οὔτʼ ἀγαθόν μοι περιποιῆσαι οὔτε κακῷ με περιβαλεῖν, ἀλλʼ ἐγὼ αὐτὸς ἐμαυτοῦ κατὰ ταῦτα ἐξουσίαν ἔχω μόνος.