Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἂν δʼ αὐτὸς ἔκ τινος περιστάσεως ἐχθρός μου γένηται, ἀναχωρῆσαί πού ποτε κρεῖσσον;

εἰς ἐρημίαν; ἄγε, ἐκεῖ πυρετὸς οὐκ ἔρχεται; τί οὖν γένηται; οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ σύνοδον, πιστόν, ἰσχυρόν, ἀνεπιβούλευτον;

οὕτως ἐφίστησιν καὶ ἐννοεῖ, ὅτι, ἐὰν τῷ θεῷ προσκατατάξῃ ἑαυτόν, διελεύσεται ἀσφαλῶς.

πῶς λέγεις προσκατατάξαι;— ἵνʼ, ὃ ἂν ἐκεῖνος θέλῃ, καὶ αὐτὸς θέλῃ καί, ὃ ἂν ἐκεῖνος μὴ θέλῃ, τοῦτο μηδʼ αὐτὸς θέλῃ.

— πῶς οὖν τοῦτο γένηται; — πῶς γὰρ ἄλλως ἢ ἐπισκεψαμένῳ τὰς ὁρμὰς τοῦ θεοῦ καὶ τὴν διοίκησιν; τί μοι δέδωκεν ἐμὸν καὶ αὐτεξούσιον, τί αὑτῷ κατέλειπεν; τὰ προαιρετικά μοι δέδωκεν, ἐπʼ ἐμοὶ πεποίηκεν, ἀνεμπόδιστα, ἀκώλυτα. τὸ σῶμα τὸ πήλινον πῶς ἐδύνατο ἀκώλυτον ποιῆσαι; ὑπέταξεν οὖν τῇ τῶν ὅλων περιόδῳ, τὴν κτῆσιν, τὰ σκεύη, τὴν οἰκίαν, τὰ τέκνα, τὴν γυναῖκα.

τί οὖν θεομαχῶ; τί θέλω τὰ μὴ θελητά, τὰ μὴ δοθέντα μοι ἐξ ἅπαντος ἔχειν; ἀλλὰ πῶς; ὡς δέδοται καὶ ἐφʼ ὅσον δύναται. ἀλλʼ ὁ δοὺς ἀφαιρεῖται. τί οὖν ἀντιτείνω; οὐ λέγω, ὅτι ἠλίθιος ἔσομαι τὸν ἰσχυρότερον βιαζόμενος, ἀλλʼ ἔτι πρότερον ἄδικος.

πόθεν γὰρ ἔχων αὐτὰ ἦλθον; ὁ πατήρ μου αὐτὰ ἔδωκεν. ἐκείνῳ δὲ τίς; τὸν ἥλιον δὲ τίς πεποίηκε, τοὺς καρποὺς δὲ τίς, τὰς δʼ ὥρας τίς, τὴν δὲ πρὸς ἀλλήλους συμπλοκὴν καὶ κοινωνίαν τίς;

εἶτα σύμπαντα εἰληφὼς παρʼ ἄλλου καὶ αὐτὸν σεαυτόν, ἀγανακτεῖς καὶ μέμφῃ τὸν δόντα, ἄν σού τι ἀφέληται;

τίς ὢν καὶ ἐπὶ τί ἐληλυθώς; οὐχὶ ἐκεῖνός σε εἰσήγαγεν; οὐχὶ τὸ φῶς ἐκεῖνός σοι ἔδειξεν; οὐ συνεργοὺς δέδωκεν; οὐ καὶ αἰσθήσεις; οὐ λόγον; ὡς τίνα δὲ εἰσήγαγεν; οὐχ ὡς θνητόν; οὐχ ὡς μετὰ ὀλίγου σαρκιδίου ζήσοντα ἐπὶ γῆς καὶ θεασόμενον τὴν διοίκησιν αὐτοῦ καὶ συμπομπεύσοντα αὐτῷ καὶ συνεορτάσοντα πρὸς ὀλίγον;

οὐ θέλεις οὖν, ἕως δέδοταί σοι, θεασάμενος τὴν πομπὴν καὶ τὴν πανήγυριν εἶτα, ὅταν σʼ ἐξάγῃ, πορεύεσθαι προσκυνήσας καὶ εὐχαριστήσας ὑπὲρ ὧν ἤκουσας καὶ εἶδες;

οὔ· ἀλλʼ ἔτι ἑορτάζειν ἤθελον. καὶ γὰρ οἱ μύσται μυεῖσθαι; τάχα καὶ οἱ ἐν Ὀλυμπίᾳ ἄλλους ἀθλητὰς βλέπειν· ἀλλὰ ἡ πανήγυρις πέρας ἔχει· ἔξελθε, ἀπαλλάγηθι ὡς εὐχάριστος, ὡς αἰδήμων· δὸς ἄλλοις τόπον· δεῖ γενέσθαι καὶ ἄλλους, καθάπερ καὶ σὺ ἐγένου, καὶ γενομένους ἔχειν χώραν καὶ οἰκήσεις, τὰ ἐπιτήδεια. ἂν δʼ οἱ πρῶτοι μὴ ὑπεξάγωσιν, τί ὑπολείπεται; τί ἄπληστος εἶ; τί ἀνίκανος; τί στενοχωρεῖς τὸν κόσμον;

— ναί· ἀλλὰ τὰ τεκνία μετʼ ἐμαυτοῦ εἶναι θέλω καὶ τὴν γυναῖκα. — σὰ γάρ ἐστιν; οὐχὶ τοῦ δόντος; οὐχὶ καὶ τοῦ σὲ πεποιηκότος; εἶτα οὐκ ἐκστήσῃ τῶν ἀλλοτρίων; οὐ παραχωρήσεις τῷ κρείσσονι;

— τί οὖν μʼ εἰσῆγεν ἐπὶ τούτοις; — καὶ εἰ μὴ ποιεῖ σοι, ἔξελθε· οὐκ ἔχει χρείαν θεατοῦ μεμψιμοίρου. τῶν συνεορταζόντων δεῖται, τῶν συγχορευόντων, ἵνʼ ἐπικροτῶσι μᾶλλον, ἐπιθειάζωσιν, ὑμνῶσι δὲ τὴν πανήγυριν.

τοὺς ἀταλαιπώρους δὲ καὶ δειλοὺς οὐκ ἀηδῶς ὄψεται ἀπολελειμμένους τῆς πανηγύρεως· οὐδὲ γὰρ παρόντες ὡς ἐν ἑορτῇ διῆγον οὐδʼ ἐξεπλήρουν τὴν χώραν τὴν πρέπουσαν, ἀλλʼ ὠδυνῶντο, ἐμέμφοντο τὸν δαίμονα, τὴν τύχην, τοὺς συνόντας· ἀναίσθητοι καὶ ὧν ἔτυχον καὶ τῶν ἑαυτῶν δυνάμεων, ἃς εἰλήφασι πρὸς τὰ ἐναντία, μεγαλοψυχίας, γενναιότητος, ἀνδρείας, αὐτῆς τῆς νῦν ζητουμένης ἐλευθερίας.

— ἐπὶ τί οὖν εἴληφα ταῦτα; — χρησόμενος. — μέχρι τίνος; — μέχρις ἂν ὁ χρήσας θέλῃ. — ἂν οὖν ἀναγκαῖά μοι ᾖ; — μὴ πρόσπασχε αὐτοῖς καὶ οὐκ ἔσται. σὺ αὐτὰ αὑτῷ μὴ εἴπῃς ἀναγκαῖα καὶ οὐκ ἔστιν.

ταύτην τὴν μελέτην ἕωθεν εἰς ἑσπέραν μελετᾶν ἔδει. ἀπὸ τῶν μικροτάτων, ἀπὸ τῶν εὐεπηρεαστοτάτων ἀρξάμενος, ἀπὸ χύτρας, ἀπὸ ποτηρίου, εἶθʼ οὕτως ἐπὶ χιτωνάριον πρόσελθε, ἐπὶ κυνάριον, ἐπὶ ἱππάριον, ἐπὶ ἀγρίδιον· ἔνθεν ἐπὶ σαυτόν, τὸ σῶμα, τὰ μέρη τοῦ σώματος, τὰ τέκνα, τὴν γυναῖκα, τοὺς ἀδελφούς.

πανταχοῦ περιβλέψας ἀπόρριψον ἀπὸ σεαυτοῦ· κάθηρον τὰ δόγματα, μή τι προσήρτηταί σοι τῶν οὐ σῶν, μή τι συμπέφυκεν, μή τι ὀδυνήσει σʼ ἀποσπώμενον.

καὶ λέγε γυμναζόμενος καθʼ ἡμέραν, ὡς ἐκεῖ, μὴ ὅτι φιλοσοφεῖς (ἔστω φορτικὸν τὸ ὄνομα), ἀλλʼ ὅτι καρπιστὴν δίδως. τοῦτο γάρ ἐστιν ἡ ταῖς ἀληθείαις ἐλευθερία.