Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ταύτην ἠλευθερώθη Διογένης παρʼ Ἀντισθένους καὶ οὐκέτι ἔφη καταδουλωθῆναι δύνασθαι ὑπʼ οὐδενός.

διὰ τοῦτο πῶς ἑάλω, πῶς τοῖς πειραταῖς ἐχρῆτο· μή τι κύριον εἶπέν τινα αὐτῶν; καὶ οὐ λέγω τὸ ὄνομα· οὐ γὰρ τὴν φωνὴν φοβοῦμαι, ἀλλὰ τὸ πάθος, ἀφʼ οὗ ἡ φωνὴ ἐκπέμπεται.

πῶς ἐπιτιμᾷ αὐτοῖς, ὅτι κακῶς ἔτρεφον τοὺς ἑαλωκότας· πῶς ἐπράθη· μή τι κύριον ἐζήτει; ἀλλὰ δοῦλον. πῶς δὲ πραθεὶς ἀνεστρέφετο πρὸς τὸν δεσπότην· εὐθὺς διελέγετο πρὸς αὐτόν, ὅτι οὐχ οὕτως ἐστολίσθαι δεῖ αὐτόν, οὐχ οὕτως κεκάρθαι, περὶ τῶν υἱῶν, πῶς δεῖ αὐτοὺς διάγειν.

καὶ τί θαυμαστόν; εἰ γὰρ παιδοτρίβην ἐώνητο, ἐν τοῖς παλαιστρικοῖς ὑπηρέτῃ ἂν αὐτῷ ἐχρῆτο ἢ κυρίῳ; εἰ δʼ ἰατρόν, ὡσαύτως, εἰ δʼ ἀρχιτέκτονα. καὶ οὕτως ἐφʼ ἑκάστης ὕλης τὸν ἔμπειρον τοῦ ἀπείρου κρατεῖν πᾶσα ἀνάγκη.

ὅστις οὖν καθόλου τὴν περὶ βίον ἐπιστήμην κέκτηται, τί ἄλλο ἢ τοῦτον εἶναι δεῖ τὸν δεσπότην; τίς γάρ ἐστιν ἐν νηὶ κύριος; — ὁ κυβερνήτης. — διὰ τί; ὅτι ὁ ἀπειθῶν αὐτῷ ζημιοῦται.

— ἀλλὰ δεῖραί με δύναται. — μή τι οὖν ἀζημίως; — οὕτως μὲν κἀγὼ ἔκρινον. — ἀλλʼ ὅτι οὐκ ἀζημίως, διὰ τοῦτο οὐκ ἔξεστιν· οὐδενὶ δʼ ἀζήμιόν ἐστι τὸ ποιεῖν τὰ ἄδικα.

— καὶ τίς ἡ ζημία τῷ δήσαντι τὸν αὑτοῦ δοῦλον, ἣν δοκεῖς; — τὸ δῆσαι· τοῦτο ὃ καὶ σὺ ὁμολογήσεις, ἂν θέλῃς σῴζειν, ὅτι ἄνθρωπος οὐκ ἔστι θηρίον, ἀλλʼ ἥμερον ζῷον.

ἐπεὶ πότʼ ἄμπελος πράσσει κακῶς; ὅταν παρὰ τὴν ἑαυτῆς φύσιν πράσσῃ. πότʼ ἀλεκτρυών;

ὡσαύτως. οὐκοῦν καὶ ἄνθρωπος. τίς οὖν αὐτοῦ ἡ φύσις; δάκνειν καὶ λακτίζειν καὶ εἰς φυλακὴν βάλλειν καὶ ἀποκεφαλίζειν; οὔ· ἀλλʼ εὖ ποιεῖν, συνεργεῖν, ἐπεύχεσθαι. τότʼ οὖν κακῶς πράσσει, ἄν τε θέλῃς ἄν τε μή, ὅταν ἀγνωμονῇ.

ὥστε Σωκράτης οὐκ ἔπραξε κακῶς;— οὔ, ἀλλʼ οἱ δικασταὶ καὶ οἱ κατήγοροι. — οὐδʼ ἐν Ῥώμῃ Ἑλουίδιος; — οὔ, ἀλλʼ ὁ ἀποκτείνας αὐτόν. — πῶς λέγεις;

— ὡς καὶ σὺ ἀλεκτρυόνα οὐ λέγεις κακῶς πρᾶξαι τὸν νικήσαντα καὶ κατακοπέντα, ἀλλὰ τὸν ἀπλῆγα ἡττηθέντα· οὐδὲ κύνα εὐδαιμονίζεις τὸν μήτε διώκοντα μήτε πονοῦντα, ἀλλʼ ὅταν ἱδρῶντα ἴδῃς, ὅταν ὀδυνώμενον, ὅταν ῥηγνύμενον ὑπὸ τοῦ δρόμου.

τί παραδοξολογοῦμεν, εἰ λέγομεν παντὸς κακὸν εἶναι τὸ παρὰ τὴν ἐκείνου φύσιν; τοῦτο παράδοξόν ἐστιν; σὺ γὰρ αὐτὸ ἐπὶ πάντων τῶν ἄλλων οὐ λέγεις; διὰ τί ἐπὶ μόνου οὖν τοῦ ἀνθρώπου ἄλλως φέρῃ;

ἀλλʼ ὅτι λέγομεν ἥμερον εἶναι τοῦ ἀνθρώπου τὴν φύσιν καὶ φιλάλληλον καὶ πιστήν, τοῦτο παράδοξον οὐκ ἔστιν; — οὐδὲ τοῦτο.

— πῶς οὖν ἔτι οὐ δερόμενος βλάπτεται ἢ δεσμευόμενος ἢ ἀποκεφαλιζόμενος; οὐχὶ οὕτως μέν· εἰ γενναίως πάσχει, καὶ προσκερδαίνων καὶ προσωφελούμενος ἀπέρχεται, ἐκεῖνος δὲ βλαπτόμενός ἐστιν ὁ τὰ οἰκτρότατα πάσχων καὶ αἴσχιστα, ὁ ἀντὶ ἀνθρώπου λύκος γινόμενος ἢ ἔχις ἢ σφήξ;

ἄγε οὖν ἐπέλθωμεν τὰ ὡμολογημένα. ὁ ἀκώλυτος ἄνθρωπος ἐλεύθερος, ᾧ πρόχειρα τὰ πράγματα ὡς βούλεται. ὃν δʼ ἔστιν ἢ κωλῦσαι ἢ ἀναγκάσαι ἢ ἐμποδίσαι ἢ ἄκοντα εἴς τι ἐμβαλεῖν, δοῦλός ἐστιν.

τίς δʼ ἀκώλυτος; ὁ μηδενὸς τῶν ἀλλοτρίων ἐφιέμενος. τίνα δʼ ἀλλότρια; ἃ οὐκ ἔστιν ἐφʼ ἡμῖν οὔτʼ ἔχειν οὔτε μὴ ἔχειν οὔτε ποιὰ ἔχειν ἢ πῶς ἔχοντα.

οὐκοῦν τὸ σῶμα ἀλλότριον, τὰ μέρη αὐτοῦ ἀλλότρια, ἡ κτῆσις ἀλλοτρία. ἂν οὖν τινι τούτων ὡς ἰδίῳ προσπαθῇς, δώσεις δίκας ἃς ἄξιον τὸν τῶν ἀλλοτρίων ἐφιέμενον.

αὕτη ἡ ὁδὸς ἐπʼ ἐλευθερίαν ἄγει, αὕτη μόνη ἀπαλλαγὴ δουλείας, μόνῃ τὸ δυνηθῆναί ποτʼ εἰπεῖν ἐξ ὅλης ψυχῆς τὸ

ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμι διατεταγμένος.