Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθʼ ἡμέραν ἔδει γυμνάζεσθαι· προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα.

ὁ υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναι ἀπροαίρετον, οὐ κακόν. ὁ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλειπεν. τί σοι δοκεῖ; ἀπροαίρετον, οὐ κακόν. Καῖσαρ αὐτὸν κατέκρινεν.

ἀπροαίρετον, οὐ κακόν. ἐλυπήθη ἐπὶ τούτοις. προαιρετικόν, κακόν. γενναίως ὑπέμεινεν. προαιρετικόν, ἀγαθόν.

κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν· οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα ἢ οὗ φαντασία καταληπτικὴ γίνεται.

ὁ υἱὸς ἀπέθανε. τί ἐγένετο; ὁ υἱὸς ἀπέθανεν. ἄλλο οὐδέν; οὐδεέν. τὸ πλοῖον ἀπώλετο. τί ἐγένετο; τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί γέγονεν; εἰς φυλακὴν ἀπήχθη. τὸ δʼ ὅτι κακῶς πέπραχεν

ἐξ αὑτοῦ ἕκαστος προστίθησιν. ἀλλʼ οὐκ ὀρθῶς ταῦτα ὁ Ζεὺς ποιεῖ. διὰ τί; ὅτι σε ὑπομενητικὸν ἐποίησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά, ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ; ἄνθρωπε, ἔξελθε καὶ μὴ ἐγκάλει.

πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶναι, ἄκουσον. Ἰταλικὸς ὁ μάλιστα δοκῶν αὐτῶν φιλόσοφος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς ἀνήκεστα πάσχων, οὐ δύναμαι, ἔφη, φέρειν· ἀπόλλυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι, δείξας ἐμέ.