Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

— ἀλλὰ καὶ κριτής εἰμι τῶν Ἑλλήνων. — οἶδας κρίνειν; τί σε ἐποίησεν εἰδέναι; — Καῖσάρ μοι κωδίκελλον ἔγραψεν. — Γραψάτω σοι, ἵνα κρίνῃς περὶ τῶν μουσικῶν· καὶ τί σοι ὄφελος;

ὅμως δὲ πῶς κριτὴς ἐγένου; τὴν τίνος χεῖρα καταφιλήσας, τὴν Συμφόρου ἢ τὴν Νουμηνίου; τίνος πρὸ τοῦ κοιτῶνος κοιμηθείς; τίνι πέμψας δῶρα; εἶτα οὐκ αἰσθάνῃ, ὅτι τοσούτου ἄξιόν ἐστι κριτὴν εἶναι ὅσου Νουμήνιος; — ἀλλὰ δύναμαι ὃν θέλω εἰς φυλακὴν βαλεῖν.

— ὡς λίθον. — ἀλλὰ δύναμαι ξυλοκοπῆσαι ὃν θέλω. — ὡς ὄνον. οὐκ ἔστι τοῦτο ἀνθρώπων ἀρχή.

ὡς λογικῶν ἡμῶν ἄρξον δεικνὺς ἡμῖν τὰ συμφέροντα καὶ ἀκολουθήσομεν· δείκνυε τὰ ἀσύμφορα καὶ ἀποστραφησόμεθα.

ζηλωτὰς ἡμᾶς κατασκεύασον σεαυτοῦ ὡς Σωκράτης ἑαυτοῦ. ἐκεῖνος ἦν ὁ ὡς ἀνθρώπων ἄρχων, ὁ κατεσκευακὼς ὑποτεταχότας αὐτῷ τὴν ὄρεξιν τὴν αὑτῶν, τὴν ἔκκλισιν, τὴν ὁρμήν, τὴν ἀφορμήν.

τοῦτο ποίησον, τοῦτο μὴ ποιήσῃς· εἰ δὲ μή, εἰς φυλακήν σε βαλῶ. οὐκέτι ὡς λογικῶν ἡ ἀρχὴ γίνεται.

ἀλλʼ ὡς ὁ Ζεὺς διέταξεν, τοῦτο ποίησον· ἂν δὲ μὴ ποιήσῃς, ζημιωθήσῃ, βλαβήσῃ. ποίαν βλάβην; ἄλλην οὐδεμίαν, ἀλλὰ τὸ μὴ ποιῆσαι ἃ δεῖ· ἀπολέσεις τὸν πιστόν, τὸν αἰδήμονα, τὸν κόσμιον. τούτων ἄλλας βλάβας μείζονας μὴ ζήτει.