Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ζῇς ἐν ἡγεμονούσῃ πόλει· ἄρχειν σε δεῖ, κρίνειν δικαίως, ἀπέχεσθαι τῶν ἀλλοτρίων, σοὶ καλὴν γυναῖκα φαίνεσθαι μηδεμίαν ἢ τὴν σήν, καλὸν παῖδα μηδένα, καλὸν ἀργύρωμα μηδέν, χρύσωμα μηδέν.

τούτοις σύμφωνα δόγματα ζήτησον, ἀφʼ ὧν ὁρμώμενος ἡδέως ἀφέξῃ πραγμάτων οὕτως πιθανῶν πρὸς τὸ ἀγαγεῖν καὶ νικῆσαι.

ἂν δὲ πρὸς τῇ πιθανότητι τῇ ἐκείνων καὶ φιλοσοφίαν τινά ποτε ταύτην ἐξευρηκότες ὦμεν συνεπωθοῦσαν ἡμᾶς ἐπʼ αὐτὰ καὶ ἐπιρρωννύουσαν, τί γένηται;

ἐν τορεύματι τί κράτιστόν ἐστιν, ὁ ἄργυρος ἢ ἡ τέχνη; χειρὸς οὐσία μὲν ἡ σάρξ, προηγούμενα δὲ τὰ χειρὸς ἔργα.

οὐκοῦν καὶ καθήκοντα τρισσά· τὰ μὲν πρὸς τὸ εἶναι, τὰ δὲ πρὸς τὸ ποιὰ εἶναι, τὰ δʼ αὐτὰ τὰ προηγούμενα. οὕτως καὶ ἀνθρώπου οὐ τὴν ὕλην δεῖ τιμᾶν, τὰ σαρκίδια, ἀλλὰ τὰ προηγούμενα.

τίνα ἐστὶ ταῦτα; πολιτεύεσθαι, γαμεῖν, παιδοποιεῖσθαι, θεὸν σέβειν, γονέων ἐπιμελεῖσθαι, καθόλου ὀρέγεσθαι, ἐκκλίνειν, ὁρμᾶν, ἀφορμᾶν, ὡς ἕκαστον τούτων δεῖ ποιεῖν, ὡς πεφύκαμεν. πεφύκαμεν δὲ πῶς;

ὡς ἐλεύθεροι, ὡς γενναῖοι, ὡς αἰδήμονες. ποῖον γὰρ ἄλλο ζῷον ἐρυθριᾷ, ποῖον αἰσχροῦ φαντασίαν λαμβάνει;

τὴν ἡδονὴν δʼ ὑπόταξαι τούτοις ὡς διάκονον, ὡς ὑπηρέτιν, ἵνα προθυμίας ἐκκαλέσηται, ἵνʼ ἐν τοῖς κατὰ φύσιν ἔργοις παρακρατῇ.

ἀλλʼ ἐγὼ πλούσιός εἰμι καὶ οὐδενὸς χρεία μοί ἐστιν. — τί οὖν ἔτι προσποιῇ φιλοσοφεῖν; ἀρκεῖ τὰ χρυσώματα καὶ τὰ ἀργυρώματα· τί σοι χρεία δογμάτων;

— ἀλλὰ καὶ κριτής εἰμι τῶν Ἑλλήνων. — οἶδας κρίνειν; τί σε ἐποίησεν εἰδέναι; — Καῖσάρ μοι κωδίκελλον ἔγραψεν. — Γραψάτω σοι, ἵνα κρίνῃς περὶ τῶν μουσικῶν· καὶ τί σοι ὄφελος;