Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀφρόνως δὲ ποιεῖ καὶ εἰ ἀπέχεται τῶν ἀλλοτρίων δικαστὴς ὢν καὶ δυνάμενος λαμβάνειν. ἀλλʼ ἄν σοι δόξῃ, ἐκεῖνο μόνον σκεπτώμεθα, ἵνα κεκρυμμένως, ἵνʼ ἀσφαλῶς, ἵνα μή τις γνῷ.

τὸ γὰρ κλέψαι οὐδʼ αὐτὸς Ἐπίκουρος ἀποφαίνει κακόν, ἀλλὰ τὸ ἐμπεσεῖν· καὶ ὅτι πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατον, διὰ τοῦτο λέγει μὴ κλέπτετε.

ἀλλʼ ἐγώ σοι λέγω, ὅτι ἐὰν κομψῶς καὶ περιεσταλμένως γίνηται, λησόμεθα· εἶτα καὶ φίλους ἐν τῇ Ῥώμῃ ἔχομεν δυνατοὺς καὶ φίλιας καὶ οἱ Ἕλληνες ἀδρανεῖς εἰσιν· οὐδεὶς τολμήσει ἀναβῆναι τούτου ἕνεκα.

τί ἀπέχῃ τοῦ ἰδίου ἀγαθοῦ; ἄφρον ἐστὶ τοῦτο, ἠλίθιόν ἐστιν. ἀλλʼ οὐδʼ ἂν λέγῃς μοι, ὅτι ἀπέχῃ, πιστεύσω σοι.

ὡς γὰρ ἀδύνατόν ἐστι τῷ ψευδεῖ φαινομένῳ συγκαταθέσθαι καὶ ἀπὸ τοῦ ἀληθοῦς ἀπονεῦσαι, οὕτως ἀδύνατόν ἐστι τοῦ φαινομένου ἀγαθοῦ ἀποστῆναι. ὁ πλοῦτος δʼ ἀγαθὸν καὶ οἱονανεὶ τὸ ποιητικώτατόν γε τῶν ἡδονῶν.

διὰ τί μὴ περιποιήσῃ αὐτόν; διὰ τί δὲ μὴ τὴν τοῦ γείτονος γυναῖκα διαφθείρωμεν, ἂν δυνώμεθα λαθεῖν, ἂν δὲ φλυαρῇ ὁ ἀνήρ, καὶ αὐτὸν προσεκτραχηλίσωμεν;

εἰ θέλεις εἶναι φιλόσοφος οἷος δεῖ, εἴ γε τέλειος, εἰ ἀκολουθῶν σου τοῖς δόγμασιν· εἰ δὲ μή, οὐδὲν διοίσεις ἡμῶν τῶν λεγομένων Στωικῶν· καὶ αὐτοὶ γὰρ ἄλλα λέγομεν, ἄλλα δὲ ποιοῦμεν.

ἡμεῖς λέγομεν τὰ καλά, ποιοῦμεν τὰ αἰσχρά· σὺ τὴν ἐναντίαν διαστροφὴν ἔσῃ διεστραμμένος δογματίζων τὰ αἰσχρά, ποιῶν τὰ καλά.

τὸν θεόν σοι, ἐπινοεῖς Ἐπικουρείων πόλιν; ἐγὼ οὐ γαμῶ. οὐδʼ ἐγώ· οὐ γὰρ γαμητέον. ἀλλʼ οὐδὲ παιδοποιητέον, ἀλλʼ οὐδὲ πολιτευτέον. τί οὖν γένηται; πόθεν οἱ πολῖται; τίς αὐτοὺς παιδεύσει; τίς ἐφήβαρχος, τίς γυμνασίαρχος; τί δὲ καὶ παιδεύσει αὐτούς; ἃ Λακεδαιμόνιοι ἐπαιδεύοντο ἢ Ἀθηναῖοι;

λάβε μοι νέον, ἄγαγε κατὰ τὰ δόγματά σου. πονηρά ἐστι τὰ δόγματα, ἀνατρεπτικὰ πόλεως, λυμαντικὰ οἴκων, οὐδὲ γυναιξὶ πρέποντα. ἄφες ταῦτʼ, ἄνθρωπε.