Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τοῦ δὲ διορθωτοῦ εἰσελθόντος πρὸς αὐτὸν (ἦν δʼ οὗτος Ἐπικούρειος) ἄξιον, ἔφη, τοὺς ἰδιώτας ἡμᾶς παρʼ ὑμῶν τῶν φιλοσόφων πυνθάνεσθαι, καθάπερ τοὺς εἰς ξένην πόλιν ἐλθόντας παρὰ τῶν πολιτῶν καὶ εἰδότων, τί κράτιστόν ἐστιν ἐν κόσμῳ, ἵνα καὶ αὐτοὶ ἱστορήσαντες μετίωμεν, ὡς ἐκεῖνοι τὰ ἐν ταῖς πόλεσι, καὶ θεώμεθα.

ὅτι μὲν γὰρ τρία ἐστὶ περὶ τὸν ἄνθρωπον, ψυχὴ καὶ σῶμα καὶ τὰ ἐκτός, σχεδὸν οὐδεὶς ἀντιλέγει· λοιπὸν ὑμέτερόν ἐστιν ἀποκρίνασθαι, τί ἐστι τὸ κράτιστον. τί ἐροῦμεν τοῖς ἀνθρώποις;

τὴν σάρκα; καὶ διὰ ταύτην Μάξιμος ἔπλευσεν μέχρι Κασσιόπης χειμῶνος μετὰ τοῦ υἱοῦ προπέμπων, ἵνʼ ἡσθῇ τῇ σαρκί;

ἀρνησαμένου δʼ ἐκείνου καὶ εἰπόντος Μὴ γένοιτο· οὐ προσήκει περὶ τὸ κράτιστον ἐσπουδακέναι; — πάντων μάλιστα προσήκει. — τί οὖν κρεῖσσον ἔχομεν τῆς σαρκός; — τὴν ψυχήν, ἔφη. — ἀγαθὰ δὲ τὰ τοῦ κρατίστου κρείττονά ἐστιν ἢ τὰ τοῦ φαυλοτέρου;

— τὰ τοῦ κρατίστου. — ψυχῆς δὲ ἀγαθὰ πότερον προαιρετικά ἐστιν ἢ ἀπροαίρετα; — προαιρετικά. — προαιρετικὸν οὖν ἐστιν ἡ ἡδονὴ ἡ ψυχική;

— ἔφη. — αὕτη δʼ ἐπὶ τίσιν γίνεται; πότερον ἐφʼ αὑτῇ; ἀλλʼ ἀδιανόητόν ἐστιν· προηγουμένην γάρ τινα ὑφεστάναι δεῖ οὐσίαν τοῦ ἀγαθοῦ, ἧς τυγχάνοντες ἡσθησόμεθα κατὰ ψυχήν. — ὡμολόγει καὶ τοῦτο. — ἐπὶ τίνι οὖν ἡσθησόμεθα ταύτην τὴν ψυχικὴν ἡδονήν;

εἰ γὰρ ἐπὶ τοῖς ψυχικοῖς ἀγαθοῖς, εὕρηται ἡ οὐσία τοῦ ἀγαθοῦ. οὐ γὰρ δύναται ἄλλο μὲν εἶναι ἀγαθόν, ἄλλο δʼ ἐφʼ ᾧ εὐλόγως ἐπαιρόμεθα, οὐδὲ τοῦ προηγουμένου μὴ ὄντος ἀγαθοῦ τὸ ἐπιγέννημα ἀγαθὸν εἶναι. ἵνα γὰρ εὔλογον ᾖ τὸ ἐπιγέννημα, τὸ προηγούμενον δεῖ ἀγαθὸν εἶναι.

ἀλλʼ οὐ μὴ εἴπητε φρένας ἔχοντες· ἀνακόλουθα γὰρ ἐρεῖτε καὶ Ἐπικούρῳ καὶ τοῖς ἄλλοις ὑμῶν δόγμασιν.

ὑπολείπεται λοιπὸν ἐπὶ τοῖς σωματικοῖς ἥδεσθαι τὴν κατὰ ψυχὴν ἡδονήν· πάλιν ἐκεῖνα γίνεται προηγούμενα καὶ οὐσία τοῦ ἀγαθοῦ.

διὰ τοῦτο ἀφρόνως ἐποίησε Μάξιμος, εἰ διʼ ἄλλο τι ἔπλευσεν ἢ διὰ τὴν σάρκα, τοῦτʼ ἔστι διὰ τὸ κράτιστον.