Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

— τίς δʼ ἐστὶν αὕτη; — ὅρα, τίνας αὐτὸς ἐπαινεῖς, ὅταν δίχα πάθους τινὰς ἐπαινῇς· πότερα τοὺς δικαίους ἢ τοὺς ἀδίκους; — τοὺς δικαίους. — πότερον τοὺς σώφρονας ἢ τοὺς ἀκολάστους; — τοὺς σώφρονας. — τοὺς ἐγκρατεῖς δʼ ἢ τοὺς ἀκρατεῖς; — τοὺς ἐγκρατεῖς.

— οὐκοῦν τοιοῦτόν τινα ποιῶν σαυτὸν ἴσθι ὅτι καλὸν ποιήσεις· μέχρις δʼ ἂν τούτων ἀμελῇς, αἰσχρόν σʼ εἶναι ἀνάγκη, κἂν πάντα μηχανᾷ ὑπὲρ τοῦ φαίνεσθαί σε καλόν.

ἐντεῦθεν οὐκέτι ἔχω σοι πῶς εἴπω· ἄν τε γὰρ λέγω ἃ φρονῶ, ἀνιάσω σε καὶ ἐξελθὼν τάχα οὐδʼ εἰσελεύσῃ· ἄν τε μὴ λέγω, ὅρα οἷον ποιήσω, εἰ σὺ μὲν ἔρχῃ πρὸς ἐμὲ ὠφεληθησόμενος, ἐργὼ δʼ οὐκ ὠφελήσω σʼ οὐδέν, καὶ σὺ μὲν ὡς πρὸς φιλόσοφον, ἐγὼ δʼ οὐδὲν ἐρῶ σοι ὡς φιλόσοφος.

πῶς δὲ καὶ ὠμόν ἐστι πρὸς αὐτόν σε τὸ περιιδεῖν ἀνεπανόρθωτον ἄν ποθʼ ὕστερον φρένας σχῇς, εὐλόγως μοι ἐγκαλέσεις·

τί εἶδεν ἐν ἐμοὶ ὁ Ἐπίκτητος, ἵνα βλέπων με τοιοῦτον εἰσερχόμενον πρὸς αὐτὸν οὕτως αἰσχρῶς ἔχοντα περιίδῃ καὶ μηδέποτε μηδὲ ῥῆμα εἴπῃ;

οὕτως μου ἀπέγνω; νέος οὐκ ἤμην; οὐκ ἤμην λόγου ἀκουστικός; πόσοι δʼ ἄλλοι νέοι ἐφʼ ἡλικίας πολλὰ τοιαῦτα διαμαρτάνουσιν;

τινά ποτʼ ἀκούω Πολέμωνα ἐξ ἀκολαστοτάτου νεανίσκου τοσαύτην μεταβολὴν μεταβαλεῖν. ἔστω, οὐκ ᾤετό με Πολέμωνα ἔσεσθαι· τὴν μὲν κόμην ἠδύνατό μου διορθῶσαι, τὰ μὲν περιάμματά μου περιελεῖν, ψιλούμενόν με παῦσαι ἠδύνατο, ἀλλὰ βλέπων με — τίνος εἴπω; — σχῆμα ἔχοντα ἐσιώπα.