Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἐγὼ οὐ λέγω, τίνος ἐστὶ τὸ σχῆμα τοῦτο· σὺ δʼ αὐτὸ ἐρεῖς τόθʼ, ὅταν εἰς σαυτὸν ἔλθῃς, καὶ γνώσει, οἷόν ἐστι καὶ τίνες αὐτὸ ἐπιτηδεύουσι.

τοῦτό μοι ὕστερον ἂν ἐγκαλῇς, τί ἕξω ἀπολογήσασθαι; ναί· ἀλλʼ ἐρῶ καὶ οὐ πεισθήσεται. τῷ γὰρ Ἀπόλλωνι ἐπείσθη ὁ Λάιος; οὐκ ἀπελθὼν καὶ μεθυσθεὶς χαίρειν εἶπεν τῷ χρησμῷ; τί οὖν; παρὰ τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Ἀπόλλων τὰς ἀληθείας;

καίτοι ἐγὼ μὲν οὐκ οἶδα οὔτʼ εἰ πεισθήσῃ μοι οὔτʼ εἰ μή· ἐκεῖνος δʼ ἀκριβέστατα ᾔδει, ὅτι οὐ πεισθήσεται, καὶ ὅμως εἶπεν.

— διὰ τί δʼ εἶπεν; — διὰ τί δὲ Ἀπόλλων ἐστίν; διὰ τί δὲ χρησμῳδεῖ; διὰ τί δʼ εἰς ταύτην τὴν χώραν ἑαυτὸν κατατέταχεν, ὥστε μάντις εἶναι καὶ πηγὴ τῆς ἀληθείας καὶ πρὸς αὐτὸν ἔρχεσθαι τοὺς ἐκ τῆς οἰκουμένης; διὰ τί δὲ προγέγραπται τὸ γνῶθι σαυτὸν μηδενὸς αὐτὸ νοοῦντος;

Σωκράτης πάντας ἔπειθε τοὺς προσιό ντας ἐπιμελεῖσθαι ἑαυτῶν; οὐδὲ τὸ χιλιοστὸν μέρος. ἀλλʼ ὅμως ἐπειδὴ εἰς ταύτην τὴν τάξιν ὑπὸ τοῦ δαιμονίου, ὥς φησιν αὐτός, κατετάχθη, μηκέτι ἐξέλιπεν. ἀλλὰ καὶ πρὸς τοὺς δικαστὰς τί λέγει;

ἄν μʼ ἀφῆτε, φησίν, ἐπὶ τούτοις, ἵνα μηκέτι ταῦτα πράσσω ἃ νῦν, οὐκ ἀνέξομαι οὐδʼ ἀνήσω· ἀλλὰ καὶ νέῳ καὶ πρεσβυτέρῳ καὶ ἁπλῶς ἀεὶ τῷ ἐντυγχάνοντι προσελθὼν πεύσομαι ταῦτα ἃ καὶ νῦν πυνθάνομαι, πολὺ δὲ μάλιστα ὑμῶν, φησί, τῶν πολιτῶν, ὅτι ἐγγυτέρω μου γένει ἐστέ.

οὕτως περίεργος εἶ, ὦ Σώκρατες, καὶ πολυπράγμων; τί δέ σοι μέλει, τί ποιοῦμεν; οἷον καὶ λέγεις; κοινωνός μου ὢν καὶ συγγενὴς ἀμελεῖς σεαυτοῦ καὶ τῇ πόλει παρέχεις πολίτην κακὸν καὶ τοῖς συγγενέσι συγγενῆ καὶ τοῖς γείτοσι γείτονα.