Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

αὔξει δʼ ἕκαστον καὶ σῴζει τὰ κατάλληλα ἔργα· τὸν τέκτονα τὰ τεκτονικά, τὸν γραμματικὸν τὰ γραμματικά. ἂν δʼ ἐθίσῃ γράφειν ἀγραμμάτως, ἀνάγκη καταφθείρεσθαι καὶ ἀπόλλυσθαι τὴν τέχνην.

οὕτως τὸν μὲν αἰδήμονα σῴζει τὰ αἰδήμονα ἔργα, ἀπολλύει δὲ τὰ ἀναιδῆ· τὸν δὲ πιστὸν τὰ πιστὰ καὶ τὰ ἐναντία ἀπολλύει.

καὶ τοὺς ἐναντίους πάλιν ἐπαύξει τὰ ἐναντία· τὸν ἀναίσχυντον ἀναισχυντία, τὸν ἄπιστον ἀπιστία, τὸν λοίδορον λοιδορία, τὸν ὀργίλον ὀργή, τὸν φιλάργυρον αἱ ἀκατάλληλοι λήψεις καὶ δόσεις.

διὰ τοῦτο παραγγέλλουσιν οἱ φιλόσοφοι μὴ ἀρκεῖσθαι μόνῳ τῷ μαθεῖν, ἀλλὰ καὶ μελέτην προσλαμβάνειν, εἶτα ἄσκησιν.

πολλῷ γὰρ χρόνῳ τὰ ἐναντία ποιεῖν εἰθίσμεθα καὶ τὰς ὑπολήψεις τὰς ἐναντίας ταῖς ὀρθαῖς χρηστικὰς ἔχομεν. ἂν οὖν μὴ καὶ τὰς ὀρθὰς χρηστικὰς ποιήσωμεν, οὐδὲν ἄλλο ἢ ἐξηγηταὶ ἐσόμεθα ἀλλοτρίων δογμάτων.

ἄρτι γὰρ τίς ἡμῶν οὐ δύναται τεχνολογῆσαι περὶ ἀγαθῶν καὶ κακῶν; ὅτι τῶν ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δʼ ἀδιάφορα· ἀγαθὰ μὲν οὖν ἀρεταὶ καὶ τὰ μετέχοντα τῶν ἀρετῶν· κακὰ τὰ δʼ ἐναντία· ἀδιάφορα δὲ πλοῦτος, ὑγεία, δόξα.

εἶτʼ ἂν μεταξὺ λεγόντων ἡμῶν ψόφος μείζων γένηται ἢ τῶν παρόντων τις καταγελάσῃ ἡμῶν, ἐξεπλάγημεν.

ποῦ ἐστιν, φιλόσοφε, ἐκεῖνα ἃ ἔλεγες; πόθεν αὐτὰ προφερόμενος ἔλεγες; ἀπὸ τῶν χειλῶν αὐτόθεν. τί οὖν ἀλλότρια βοηθήματα μολύνεις; τί κυβεύεις περὶ τὰ μέγιστα;

ἄλλο γάρ ἐστιν ὡς εἰς ταμιεῖον ἀποθέσθαι ἄρτους καὶ οἶνον, ἄλλο ἐστὶ φαγεῖν. τὸ βρωθὲν ἐπέφθη, ἀνεδόθη, νεῦρα ἐγένετο, σάρκες, ὀστέα, αἷμα, εὔχροια, εὔπνοια. τὰ ἀποκείμενα ὅταν μὲν θελήσῃς ἐκ προχείρου λαβὼν δεῖξαι δύνασαι, ἀπʼ αὐτῶν δέ σοι ὄφελος οὐδὲν εἰ μὴ μέχρι τοῦ δοκεῖν ὅτι ἔχεις. τί γὰρ διαφέρει ταῦτα ἐξηγεῖσθαι ἢ τὰ τῶν ἑτεροδόξων;