Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

οὐκ ἔστι τὸ τυχὸν αὐτὸ μόνον ἀνθρώπου ἐπαγγελίαν πληρῶσαι.

τί γάρ ἐστιν ἄνθρωπος; — ζῷον, φησί, λογικὸν θνητόν. — εὐθὺς ἐν τῷ λογικῷ τίνων χωριζόμεθα; — τῶν θηρίων. — καὶ τίνων ἄλλων;

— τῶν προβάτων καὶ τῶν ὁμοίων. — ὅρα οὖν μή τί πως ὡς θηρίον ποιήσῃς· εἰ δὲ μή, ἀπώλεσας τὸν ἄνθρωπον, οὐκ ἐπλήρωσας τὴν ἐπαγγελίαν. ὅρα μή τι ὡς πρόβατον· εἰ δὲ μή, καὶ οὕτως ἀπώλετο ὁ ἄνθρωπος.

τίνα οὖν ποιοῦμεν ὡς πρόβατα; ὅταν τῆς γαστρὸς ἕνεκα, ὅταν τῶν αἰδοίων, ὅταν εἰκῇ, ὅταν ῥυπαρῶς, ὅταν ἀνεπιστρέπτως, ποῦ ἀπεκλίναμεν; ἐπὶ τὰ πρόβατα.

τί ἀπωλέσαμεν; τὸ λογικόν. ὅταν μαχίμως καὶ βλαβερῶς καὶ θυμικῶς καὶ ὠστικῶς, ποῦ ἀπεκλίναμεν;

ἐπὶ τὰ θηρία. λοιπὸν οἱ μὲν ἡμῶν μεγάλα θηρία εἰσίν, οἱ δὲ θηρίδια κακοήθη καὶ μικρά, ἀφʼ ὧν ἔστιν εἰπεῖν λέων με καὶ φαγέτω.

διὰ πάντων δὲ τούτων ἀπόλλυται ἡ τοῦ ἀνθρώπου ἐπαγγελία.

πότε γὰρ σῴζεται συμπεπλεγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ, ὥστε σωτηρία συμπεπλεγμένου ἐστὶ τὸ ἐξ ἀληθῶν συμπεπλέχθαι. πότε διεζευγμένον; ὅταν τὴν ἐπαγγελίαν πληρώσῃ. πότε αὐλοί, πότε λύρα, πότε ἵππος, πότε κύων;

τί οὖν θαυμαστόν, εἰ καὶ ἄνθρωπος ὡσαύτως μὲν σῴζεται, ὡσαύτως δʼ ἀπόλλυται;