Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τούτου τοῦ δημιουργοῦ κατασκεύασμα ὢν καταισχύνεις αὐτό; τί δʼ; ὅτι οὐ μόνον σε κατεσκεύασεν, ἀλλὰ καὶ σοὶ μόνῳ ἐπίστευσεν καὶ παρακατέθετο,

οὐδὲ τούτου μεμνήσῃ, ἀλλὰ καὶ καταισχυνεῖς τὴν ἐπιτροπήν; εἰ δέ σοι ὀρφανόν τινα ὁ θεὸς παρέθετο, οὕτως ἂν αὐτοῦ ἠμέλεις;

παραδέδωκέ σοι σεαυτὸν καὶ λέγει οὐκ εἶχον ἄλλον πιστότερόν σου· τοῦτόν μοι φύλασσε τοιοῦτον οἷος πέφυκεν, αἰδήμονα, πιστόν, ὑψηλόν, ἀκατάπληκτον, ἀπαθῆ, ἀτάραχον. εἶτα σὺ οὐ φυλάσσεις;

ἀλλʼ ἐροῦσιν· πόθεν ἡμῖν οὗτος ὀφρῦν ἐνήνοχεν καὶ σεμνοπροσωπεῖ; οὔπω κατʼ ἀξίαν. ἔτι γὰρ οὐ θαρρῶ οἷς ἔμαθον καὶ συγκατεθέμην· ἔτι τὴν ἀσθένειαν τὴν ἐμαυτοῦ φοβοῦμαι.

ἐπεί τοι ἄφετέ με θαρρῆσαι καὶ τότε ὄψεσθε βλέμμα οἷον δεῖ καὶ σχῆμα οἷον δεῖ, τότε ὑμῖν δείξω τὸ ἄγαλμα, ὅταν τελειωθῇ, ὅταν στιλπνωθῇ.

τί δοκεῖτε; ὀφρῦν; μὴ γένοιτο. μὴ γὰρ ὁ Ζεὺς ὁ ἐν Ὀλυμπίᾳ ὀφρῦν ἀνέσπακεν; ἀλλὰ πέπηγεν αὐτοῦ τὸ βλέμμα, οἷον δεῖ εἶναι τοῦ ἐροῦντος

οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλόν.

τοιοῦτον ὑμῖν δείξω ἐμαυτόν, πιστόν, αἰδήμονα, γενναῖον, ἀτάραχον.

μή τι οὖν ἀθάνατον ἀγήρων, μή τι ἄνοσον; ἀλλʼ ἀποθνῄσκοντα θείως, νοσοῦντα θείως. ταῦτα ἔχω, ταῦτα δύναμαι· τὰ δʼ ἄλλα οὔτʼ ἔχω οὔτε δύναμαι.

δείξω ὑμῖν νεῦρα φιλοσόφου. ποῖα νεῦρα; ὄρεξιν ἀναπότευκτον, ἔκκλισιν ἀπερίπτωτον, ὁρμὴν καθήκουσαν, πρόθεσιν ἐπιμελῆ, συγκατάθεσιν ἀπρόπτωτον. ταῦτα ὄψεσθε.