Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἴσαι πᾶσαί εἰσιν. εἰ δὲ θέλεις ἀκοῦσαι τἀληθῆ, συντομωτέρα ἣν πέμπει ὁ τύραννος. οὐδέποτʼ οὐδεὶς τύραννος ἓξ μησίν τινα ἔσφαξεν, πυρετὸς δὲ καὶ ἐνιαυτῷ πολλάκις. ψόφος ἐστὶ πάντα ταῦτα καὶ κόμπος κενῶν ὀνομάτων.

τῇ κεφαλῇ κινδυνεύω ἐπὶ Καίσαρος. ἐγὼ δʼ οὐ κινδυνεύω, ὃς οἰκῶ ἐν Νικοπόλει, ὅπου σεισμοὶ τοσοῦτοι; σὺ δʼ αὐτὸς ὅταν διαπλέῃς τὸν Ἀδρίαν, τί κινδυνεύεις; οὐ τῇ κεφαλῇ;

ἀλλὰ καὶ τῇ ὑπολήψει κινδυνεύω. τῇ σῇ; πῶς; τίς γάρ σε ἀναγκάσαι δύναται ὑπολαβεῖν τι ὧν οὐ θέλεις; ἀλλὰ τῇ ἀλλοτρίᾳ; καὶ ποῖός ἐστι κίνδυνος σὸς ἄλλους τὰ ψεύδη ὑπολαβεῖν;

ἀλλʼ ἐξορισθῆναι κινδυνεύω. τί ἐστιν ἐξορισθῆναι; ἀλλαχοῦ εἶναι ἢ ἐν Ῥώμῃ; ναί. τί οὖν; ἂν εἰς Γύαρα πεμφθῶ; ἄν σοι ποιῇ, ἀπελεύσῃ· εἰ δὲ μή, ἔχεις ποῦ ἀντὶ Γυάρων ἀπέλθῃς, ὅπου κἀκεῖνος ἐλεύσεται, ἄν τε θέλῃ ἄν τε μή, ὁ πέμπων σε εἰς Γύαρα.

τί λοιπὸν ὡς ἐπὶ μεγάλα ἀνέρχῃ; μικρότερά ἐστι τῆς παρασκευῆς, ἵνʼ εἴπῃ νέος εὐφυὴς ὅτι οὐκ ἦν τοσούτου τοσούτων μὲν ἀκηκοέναι, τοσαῦτα δὲ γεγραφέναι, τοσούτῳ δὲ χρόνῳ παρακεκαθικέναι γεροντίῳ οὐ πολλοῦ ἀξίῳ.

μόνον ἐκείνης τῆς διαιρέσεως μέμνησο, καθʼ ἣν διορίζεται τὰ σὰ καὶ οὐ τὰ σά. μή ποτʼ ἀντιποιήσῃ τινὸς τῶν ἀλλοτρίων.

βῆμα καὶ φυλακὴ τόπος ἐστὶν ἑκάτερον, ὁ μὲν ὑψηλός, ὁ δὲ ταπεινός· ἡ προαίρεσις δʼ ἴση, ἂν ἴσην αὐτὴν ἐν ἑκατέρῳ φυλάξαι θέλῃς, δύναται φυλαχθῆναι.

καὶ τότʼ ἐσόμεθα ζηλωταὶ Σωκράτους, ὅταν ἐν φυλακῇ δυνώμεθα παιᾶνας γράφειν.

μέχρι δὲ νῦν ὡς ἔχομεν, ὅρα εἰ ἠνεσχόμεθʼ ἂν ἐν τῇ φυλακῇ ἄλλου τινὸς ἡμῖν λέγοντος θέλεις ἀναγνῶ σοι παιᾶνας; τί μοι πράγματα παρέχεις; οὐκ οἶδας τὰ ἔχοντά με κακά; ἐν τούτοις γάρ μοι ἔστιν — ἐν τίσιν οὖν; ἀποθνῄσκειν μέλλω. ἄνθρωποι δʼ ἄλλοι ἀθάνατοι ἔσονται;