Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἰ δέ γε ᾔδειν ὅτι νοσεῖν μοι καθείμαρται νῦν, καὶ ὥρμων ἂν ἐπʼ αὐτό· καὶ γὰρ ὁ πούς, εἰ φρένας εἶχεν, ὥρμα ἂν ἐπὶ τὸ πηλοῦσθαι.

ἐπεί τοι τίνος ἕνεκα γίνονται στάχυες; οὐχ ἵνα καὶ ξηρανθῶσιν; ἀλλὰ ξηραίνονται μέν, οὐχ ἵνα δὲ καὶ θερισθῶσιν;

οὐ γὰρ ἀπόλυτοι γίνονται. εἰ οὖν αἴσθησιν εἶχον, εὔχεσθαι αὐτοὺς ἔδει, ἵνα μὴ θερισθῶσιν μηδέποτε; τοῦτο δὲ κατάρα ἐστὶν ἐπὶ σταχύων τὸ μηδέποτε θερισθῆναι.

οὕτως ἴστε ὅτι καὶ ἐπʼ ἀνθρώπων κατάρα ἐστὶ τὸ μὴ ἀποθανεῖν· ὅμοιον τῷ μὴ πεπανθῆναι, μὴ θερισθῆναι.

ἡμεῖς δʼ ἐπειδὴ οἱ αὐτοί ἐσμεν, ἅμα μὲν οὓς δεῖ θερισθῆναι, ἅμα δὲ καὶ αὐτῷ τούτῳ παρακολουθοῦντες ὅτι θεριζόμεθα, διὰ τοῦτο ἀγανακτοῦμεν. οὔτε γὰρ ἴσμεν τίνες ἐσμὲν οὔτε μεμελετήκαμεν τὰ ἀνθρωπικὰ ὡς ἱππικοὶ τὰ ἱππικά.

ἀλλὰ Χρυσάντας μὲν παίειν μέλλων τὸν πολέμιον, ἐπειδὴ τῆς σάλπιγγος ἤκουσεν ἀνακαλούσης, ἀνέσχεν· οὕτως προυργιαίτερον ἔδοξεν αὐτῷ τὸ τοῦ στρατηγοῦ πρόσταγμα ἢ τὸ ἴδιον ποιεῖν·

ἡμῶν δʼ οὐδεὶς θέλει οὐδὲ τῆς ἀνάγκης καλούσης εὐλύτως ὑπακοῦσαι αὐτῇ, ἀλλὰ κλάοντες καὶ στένοντες πάσχομεν ἃ πάσχομεν καὶ περιστάσεις αὐτὰ καλοῦντες.

ποίας περιστάσεις, ἄνθρωπε; εἰ περιστάσεις λέγεις τὰ περιεστηκότα, πάντα περιστάσεις εἰσίν· εἰ δʼ ὡς δύσκολα καλεῖς, ποίαν δυσκολίαν ἔχει τὸ γενόμενον φθαρῆναι;

τὸ δὲ φθεῖρον ἢ μάχαιρά ἐστιν ἢ τροχὸς ἢ θάλασσα ἢ κεραμὶς ἢ τύραννος. τί σοι μέλει, ποίᾳ ὁδῷ καταβῇς εἰς Ἅιδου;