Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τῶν παρόντων δέ τινος εἰπόντος Πεῖσόν με, ὅτι τὰ λογικὰ χρήσιμά ἐστιν, Θέλεις, ἔφη, ἀποδείξω σοι τοῦτο;

— ναί. — οὐκοῦν λόγον μʼ ἀποδεικτικὸν διαλεχθῆναι δεῖ; — ὁμολογήσαντος δὲ Πόθεν οὖν εἴσῃ, ἄν σε σοφίσωμαι;

— σιωπήσαντος δὲ τοῦ ἀνθρώπου Ὁρᾷς, ἔφη, πῶς αὐτὸς ὁμολογεῖς ὅτι ταῦτα ἀναγκαῖά ἐστιν, εἰ χωρὶς αὐτῶν οὐδʼ αὐτὸ τοῦτο δύνασαι μαθεῖν, πότερον ἀναγκαῖα ἢ οὐκ ἀναγκαῖά ἐστιν.

πᾶν ἁμάρτημα μάχην περιέχει. ἐπεὶ γὰρ ὁ ἁμαρτάνων οὐ θέλει ἁμαρτάνειν, ἀλλὰ κατορθῶσαι, δῆλον ὅτι ὃ μὲν θέλει οὐ ποιεῖ.

τί γὰρ ὁ κλέπτης θέλει πρᾶξαι; τὸ αὑτῷ συμφέρον. οὐκ οὖν, εἰ ἀσύμφορόν ἐστιν αὐτῷ τὸ κλέπτειν, ὃ μὲν θέλει ποιεῖ.