Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀλλὰ καὶ ἰσχυρός εἰμι. μή τι οὖν δύνασαι λίθον ἆραι ἡλίκον ὁ Ἕκτωρ ἢ ὁ Αἴας; ἀλλὰ καὶ εὐγενής. μή τι ἐκ θεᾶς μητρός, μή τι πατρὸς ἐγγόνου Διός; τί οὖν ἐκεῖνον ὠφελεῖ ταῦτα, ὅταν καθήμενος κλαίῃ διὰ τὸ κορασίδιον; ἀλλὰ ῥήτωρ εἰμί.

ἐκεῖνος δʼ οὐκ ἦν; οὐ βλέπεις πῶς κέχρηται τοῖς δεινοτάτοις τῶν Ἑλλήνων περὶ λόγους Ὀδυσσεῖ καὶ Φοίνικι, πῶς αὐτοὺς ἀστόμους πεποίηκε;

ταῦτά σοι μόνα ἔχω εἰπεῖν καὶ οὐδὲ ταῦτα προθύμως. — διὰ τί; — ὅτι με οὐκ ἠρέθισας.

εἰς τί γὰρ ἀπιδὼν ἐρεθισθῶ ὡς οἱ ἱππικοὶ περὶ τοὺς ἵππους τοὺς εὐφυεῖς; εἰς τὸ σωμάτιον; αἰσχρῶς αὐτὸ πλάσσεις. εἰς τὴν ἐσθῆτα; καὶ ταύτην τρυφερὰν ἔχεις. εἰς σχῆμα, εἰς βλέμμα;

εἰς οὐδέν. ὅταν ἀκοῦσαι θέλῃς φιλοσόφου, μὴ λέγε αὐτῷ ὅτι οὐδέν μοι λέγεις, ἀλλὰ μόνον δείκνυε σαυτὸν τοῦ ἀκούειν καὶ ὄψει, πῶς κινήσεις τὸν λέγοντα.