Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἴ τινος αὐτῶν δοῦλος ἤμην, εἰ καὶ ἔδει με καθʼ ἡμέραν ὑπʼ αὐτοῦ ἐκδέρεσθαι, ἐγὼ ἂν αὐτὸν ἐστρέβλουν. βάλε ἐλάδιον, παιδάριον, εἰς τὸ βαλανεῖον. ἔβαλον ἂν γάριον καὶ ἀπελθὼν κατὰ τῆς κεφαλῆς αὐτοῦ κατέχεον. τί τοῦτο; φαντασία μοι ἐγένετο ἐλαίου ἀδιάκριτος, ὁμοιοτάτη, νὴ τὴν σὴν τύχην.

δὸς ὧδε τὴν πτισάνην. ἤνεγκα ἂν αὐτῷ γεμίσας παροψίδα ὀξογάρου. οὐκ ᾔτησα τὴν πτισάνην; ναὶ κύριε· τοῦτο πτισάνη ἐστίν. τοῦτο οὐκ ἔστιν ὀξόγαρον; τί μᾶλλον ἢ πτισάνη; λάβε καὶ ὀσφράνθητι, λάβε καὶ γεῦσαι. πόθεν οὖν οἶδας, εἰ αἱ αἰσθήσεις ἡμᾶς ψεύδονται;

τρεῖς, τέσσαρας τῶν συνδούλων εἰ ἔσχον ὁμονοοῦντας, ἀπάγξασθαι ἂν αὐτὸν ἐποίησα ῥηγνύμενον ἢ μεταθέσθαι. νῦν δʼ ἐντρυφῶσιν ἡμῖν τοῖς μὲν παρὰ τῆς φύσεως διδομένοις πᾶσι χρώμενοι, λόγῳ δʼ αὐτὰ ἀναιροῦντες.

εὐχάριστοί γʼ ἄνθρωποι καὶ αἰδήμονες. εἰ μηδὲν ἄλλο καθʼ ἡμέραν ἄρτους ἐσθίοντες τολμῶσι λέγειν ὅτι οὐκ οἴδαμεν, εἰ ἔστι τις Δημήτηρ ἢ Κόρη ἢ Πλούτων·

ἵνα μὴ λέγω, ὅτι νυκτὸς καὶ ἡμέρας ἀπολαύοντες καὶ μεταβολῶν τοῦ ἔτους καὶ ἄστρων καὶ θαλάσσης καὶ γῆς καὶ τῆς παρʼ ἀνθρώπων συνεργείας ὑπʼ οὐδενὸς τούτων οὐδὲ κατὰ ποσὸν ἐπιστρέφονται, ἀλλὰ μόνον ἐξεμέσαι τὸ προβλημάτιον ζητοῦσι καὶ τὸν στόμαχον γυμνάσαντες ἀπελθεῖν εἰς βαλανεῖον.

τί δʼ ἐροῦσι καὶ περὶ τίνων ἢ πρὸς τίνας καὶ τί ἔσται αὐτοῖς ἐκ τῶν λόγων τούτων, οὐδὲ κατὰ βραχὺ πεφροντίκασι· μή τι νέος εὐγενὴς ἀκούσας τῶν λόγων τούτων πάθῃ τι ὑπʼ αὐτῶν ἢ καὶ παθὼν πάντʼ ἀπολέσῃ τὰ τῆς εὐγενείας σπέρματα·

μή τινι μοιχεύοντι ἀφορμὰς παράσχωμεν τοῦ ἀπαναισχυντῆσαι πρὸς τὰ γινόμενα· μή τις τῶν νοσφιζομένων τὰ δημόσια εὑρεσιλογίας τινὸς ἐπιλάβηται ἀπὸ τῶν λόγων τούτων· μή τις τῶν αὑτοῦ γονέων ἀμελῶν θράσος τι καὶ ἀπὸ τούτων προσλάβῃ.

τί οὖν κατὰ σὲ ἀγαθὸν ἢ κακόν, αἰσχρὸν ἢ καλόν; ταῦτα ἢ ταῦτα; τί οὖν; ἔτι τούτων τις ἀντιλέγει τινὶ ἢ λόγον δίδωσιν ἢ λαμβάνει ἢ μεταπείθειν πειρᾶται;

πολὺ νὴ Δία μᾶλλον τοὺς κιναίδους ἐλπίσαι τις ἂν μεταπείσειν ἢ τοὺς ἐπὶ τοσοῦτον ἀποκεκωφωμένους καὶ ἀποτετυφλωμένους τῶν περὶ αὑτοὺς κακῶν.

τὰ μὲν ῥᾳδίως ὁμολογοῦσιν ἄνθρωποι, τὰ δʼ οὐ ῥᾳδίως. οὐδεὶς οὖν ὁμολογήσει ὅτι ἄφρων ἐστὶν ἢ ἀνόητος, ἀλλὰ πᾶν τοὐναντίον πάντων ἀκούσεις λεγόντων ὤφελον ὡς φρένας ἔχω οὕτως καὶ τύχην εἶχον.

δειλοὺς δὲ ῥᾳδίως ἑαυτοὺς ὁμολογοῦσι καὶ λέγουσιν ἐγὼ δειλότερός εἰμι, ὁμολογῶ· τὰ δʼ ἄλλʼ οὐχ εὑρήσεις με μωρὸν ἄνθρωπον.

ἀκρατῆ οὐ ῥᾳδίως ὁμολογήσει τις, ἄδικον οὐδʼ ὅλως, φθονερὸν οὐ πάνυ ἢ περίεργον, ἐλεήμονα οἱ πλεῖστοι.

τί οὖν τὸ αἴτιον; τὸ μὲν κυριώτατον ἀνομολογία καὶ ταραχὴ ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν, ἄλλοις δʼ ἄλλα αἴτια καὶ σχεδὸν ὅσα ἂν αἰσχρὰ φαντάζωνται, ταῦτα οὐ πάνυ ὁμολογοῦσι·

τὸ δὲ δειλὸν εἶναι εὐγνώμονος ἤθους φαντάζονται καὶ τὸ ἐλεήμονα, τὸ δʼ ἠλίθιον εἶναι παντελῶς ἀνδραπόδου· καὶ τὰ περὶ κοινωνίαν δὲ πλημμελήματα οὐ πάνυ προσίενται.