Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τί οὖν ἦν τὸ ἐγεῖρον αὐτὸν ἐκ τῶν ὕπνων καὶ ἀναγκάζον γράφειν ἃ ἔγραφεν; τί γὰρ ἄλλο ἢ τὸ πάντων τῶν ἐν ἀνθρώποις ἰσχυρότατον, ἡ φύσις ἕλκουσα ἐπὶ τὸ αὑτῆς βούλημα ἄκοντα καὶ στένοντα;

ὅτι γὰρ δοκεῖ σοι ταῦτα τὰ ἀκοινώνητα, γράψον αὐτὰ καὶ ἄλλοις ἀπόλιπε καὶ ἀγρύπνησον διʼ αὐτὰ καὶ αὐτὸς ἔργῳ κατήγορος γενοῦ τῶν σαυτοῦ δογμάτων.

εἶτα Ὀρέστην μὲν ὑπὸ Ἐρινύων ἐλαυνόμενον φῶμεν ἐκ τῶν ὕπνων ἐξεγείρεσθαι· τούτῳ δʼ οὐ χαλεπώτεραι αἱ Ἐρινύες καὶ Ποιναί; ἐξήγειρον καθεύδοντα καὶ οὐκ εἴων ἠρεμεῖν, ἀλλʼ ἠνάγκαζον ἐξαγγέλλειν τὰ αὑτοῦ κακὰ ὥσπερ τοὺς Γάλλους ἡ μανία καὶ ὁ οἶνος.

οὕτως ἰσχυρόν τι καὶ ἀνίκητόν ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη. πῶς γὰρ δύναται ἄμπελος μὴ ἀμπελικῶς κινεῖσθαι, ἀλλʼ ἐλαικῶς, ἢ ἐλαία πάλιν μὴ ἐλαικῶς, ἀλλʼ ἀμπελικῶς; ἀμήχανον, ἀδιανόητον.

οὐ τοίνυν οὐδʼ ἄνθρωπον οἷόν τε παντελῶς ἀπολέσαι τὰς κινήσεις τὰς ἀνθρωπικὰς καὶ οἱ ἀποκοπτόμενοι τάς γε προθυμίας τὰς τῶν ἀνδρῶν ἀποκόψασθαι οὐ δύνανται.

οὕτως καὶ Ἐπίκουρος τὰ μὲν ἀνδρὸς πάντʼ ἀπεκόψατο καὶ τὰ οἰκοδεσπότου καὶ πολίτου καὶ φίλου, τὰς δὲ προθυμίας τὰς ἀνθρωπικὰς οὐκ ἀπεκόψατο· οὐ γὰρ ἠδύνατο, οὐ μᾶλλον ἢ οἱ ἀταλαίπωροι Ἀκαδημαικοὶ τὰς αἰσθήσεις τὰς αὑτῶν ἀποβαλεῖν ἢ ἀποτυφλῶσαι δύνανται καίτοι τοῦτο μάλιστα πάντων ἐσπουδακότες.

τίς ἢ ἀτυχίας; λαβών τις παρὰ τῆς φύσεως μέτρα καὶ κανόνας εἰς ἐπίγνωσιν τῆς ἀληθείας οὐ προσφιλοτεχνεῖ τούτοις προσθεῖναι καὶ προσεξεργάσασθαι τὰ λείποντα, ἀλλὰ πᾶν τοὐναντίον, εἴ τι καὶ ἔχει γνωριστικὸν τῆς ἀληθείας, ἐξαιρεῖν πειρᾶται καὶ ἀπολλύειν.

τί λέγεις, φιλόσοφε; τὸ εὐσεβὲς καὶ τὸ ὅσιον ποῖόν τί σοι φαίνεται; ἂν θέλῃς, κατασκευάσω ὅτι ἀγαθόν. ναὶ κατασκεύασον, ἵνʼ οἱ πολῖται ἡμῶν ἐπιστραφέντες τιμῶσι τὸ θεῖον καὶ παύσωνταί ποτε ῥᾳθυμοῦντες περὶ τὰ μέγιστα. ἔχεις οὖν τὰς κατασκευάς; ἔχω καὶ χάριν οἶδα.

ἐπεὶ οὖν ταῦτά σοι λίαν ἀρέσκει, λάβε τὰ ἐναντία· ὅτι θεοὶ οὔτʼ εἰσίν, εἴ τε καὶ εἰσίν, οὐκ ἐπιμελοῦνται ἀνθρώπων οὐδὲ κοινόν τι ἡμῖν ἐστι πρὸς αὐτοὺς τό τʼ εὐσεβὲς τοῦτο καὶ ὅσιον παρὰ τοῖς πολλοῖς ἀνθρώποις λαλούμενον κατάψευσμά ἐστιν ἀλαζόνων ἀνθρώπων καὶ σοφιστῶν ἢ νὴ Δία νομοθετῶν εἰς φόβον καὶ ἐπίσχεσιν τῶν ἀδικούντων.

εὖ, φιλόσοφε· ὠφέλησας ἡμῶν τοὺς πολίτας, ἀνεκτήσω τοὺς νέους ῥέποντας ἤδη πρὸς καταφρόνησιν τῶν θείων.

τί οὖν; οὐκ ἀρέσκει σοι ταῦτα; λάβε νῦν, πῶς ἡ δικαιοσύνη οὐδέν ἐστιν, πῶς ἡ αἰδὼς μωρία ἐστίν, πῶς πατὴρ οὐδέν ἐστιν, πῶς ὁ υἱὸς οὐδέν ἐστιν.

εὖ, φιλόσοφε· ἐπίμενε, πεῖθε τοὺς νέους, ἵνα πλείονας ἔχωμεν ταὐτά σοι πεπονθότας καὶ λέγοντας. ἐκ τούτων τῶν λόγων ηὐξήθησαν ἡμῖν αἱ εὐνομούμεναι πόλεις, Λακεδαίμων διὰ τούτους τοὺς λόγους ἐγένετο, Λυκοῦργος ταῦτα τὰ πείσματα ἐνεποίησεν αὐτοῖς διὰ τῶν νόμων αὐτοῦ καὶ τῆς παιδείας, ὅτι οὔτε τὸ δουλεύειν αἰσχρόν ἐστι μᾶλλον ἢ καλὸν οὔτε τὸ ἐλευθέρους εἶναι καλὸν μᾶλλον ἢ αἰσχρόν, οἱ ἐν Θερμοπύλαις ἀποθανόντες διὰ ταῦτα τὰ δόγματα ἀπέθανον, Ἀθηναῖοι δὲ τὴν πόλιν διὰ ποίους ἄλλους λόγους ἀπέλιπον;

εἶτα οἱ λέγοντες ταῦτα γαμοῦσι καὶ παιδοποιοῦνται καὶ πολιτεύονται καὶ ἱερεῖς καθιστᾶσιν αὑτοὺς καὶ προφήτας. τίνων; τῶν οὐκ ὄντων· καὶ τὴν Πυθίαν ἀνακρίνουσιν αὐτοί, ἵνα τὰ ψευδῆ πύθωνται, καὶ ἄλλοις τοὺς χρησμοὺς ἐξηγοῦνται. ὦ μεγάλης ἀναισχυντίας καὶ γοητείας.

ἄνθρωπε, τί ποιεῖς; αὐτὸς σεαυτὸν ἐξελέγχεις καθʼ ἡμέραν καὶ οὐ θέλεις ἀφεῖναι τὰ ψυχρὰ ταῦτα ἐπιχειρήματα; ἐσθίων ποῦ φέρεις τὴν χεῖρα; εἰς τὸ στόμα ἢ εἰς τὸν ὀφθαλμόν; λουόμενος ποῦ ἐμβαίνεις; πότε τὴν χύτραν εἶπες λουπάδα ἢ τὴν τορύνην ὀβελίσκον;