Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τί γὰρ λέγει; οὐδεὶς ἡμῶν πρὸ σοῦ ἔλεγεν ἀγαθὸν ἢ δίκαιον; ἢ μὴ παρακολουθοῦντες τί ἐστι τούτων ἕκαστον ἀσήμως καὶ κενῶς ἐφθεγγόμεθα τὰς φωνάς;

τίς γάρ σοι λέγει, Θεόπομπε, ὅτι ἐννοίας οὐκ εἴχομεν ἑκάστου τούτων φυσικὰς καὶ προλήψεις; ἀλλʼ οὐχ οἷόν τʼ ἐφαρμόζειν τὰς προλήψεις ταῖς καταλλήλοις οὐσίαις μὴ διαρθρώσαντα αὐτὰς καὶ αὐτὸ τοῦτο σκεψάμενον, ποίαν τινὰ ἑκάστῃ αὐτῶν οὐσίαν ὑποτακτέον.

ἐπεὶ τοιαῦτα λέγε καὶ πρὸς τοὺς ἰατρούς· τίς γὰρ ἡμῶν οὐκ ἔλεγεν ὑγιεινόν τι καὶ νοσερόν, πρὶν Ἱπποκράτη γενέσθαι; ἢ κενῶς τὰς φωνὰς ταύτας ἀπηχοῦμεν;

ἔχομεν γάρ τινα καὶ ὑγιεινοῦ πρόληψιν, ἀλλʼ ἐφαρμόσαι οὐ δυνάμεθα. διὰ τοῦτο ὁ μὲν λέγει ἀνάτεινον, ὁ δὲ λέγει δὸς τροφήν· καὶ ὁ μὲν λέγει φλεβοτόμησον, ὁ δὲ λέγει σικύασον. τί τὸ αἴτιον; ἄλλο γε ἢ ὅτι τὴν τοῦ ὑγιεινοῦ πρόληψιν οὐ δύναται καλῶς ἐφαρμόσαι τοῖς ἐπὶ μέρους;

οὕτως ἔχει καὶ ἐνθάδʼ ἐπὶ τῶν κατὰ τὸν βίον. ἀγαθὸν καὶ κακὸν καὶ συμφέρον καὶ ἀσύμφορον τίς ἡμῶν οὐ λαλεῖ; τίς γὰρ ἡμῶν οὐκ ἔχει τούτων ἑκάστου πρόληψιν; ἆρʼ οὖν διηρθρωμένην καὶ τελείαν;

τοῦτο δεῖξον. πῶς δείξω; ἐφάρμοσον αὐτὴν καλῶς ταῖς ἐπὶ μέρους οὐσίαις. εὐθὺς τοὺς ὅρους Πλάτων μὲν ὑποτάσσει τῇ τοῦ χρησίμου προλήψει, σὺ δὲ τῇ τοῦ ἀχρήστου.

δυνατὸν οὖν ἐστιν ἀμφοτέρους ὑμᾶς ἐπιτυγχάνειν; πῶς οἷόν τε; τῇ δὲ τοῦ πλούτου οὐσίᾳ οὐχ ὁ μέν τις ἐφαρμόζει τὴν τοῦ ἀγαθοῦ πρόληψιν, ὁ δʼ οὔ; τῇ δὲ τῆς ἡδονῆς, τῇ δὲ τῆς ὑγείας;

καθόλου γὰρ εἰ πάντες οἱ τὰ ὀνόματα λαλοῦντες μὴ κενῶς ἴσμεν ἕκαστα τούτων καὶ μηδεμιᾶς ἐπιμελείας περὶ τὴν διάρθρωσιν τῶν προλήψεων δεόμεθα, τί διαφερόμεθα, τί πολεμοῦμεν, τί ψέγομεν ἀλλήλους;

καὶ τί μοι νῦν τὴν πρὸς ἀλλήλους μάχην παραφέρειν καὶ ταύτης μεμνῆσθαι; σὺ αὐτὸς εἰ ἐφαρμόζεις καλῶς τὰς προλήψεις, διὰ τί δυσροεῖς, διὰ τί ἐμποδίζῃ;