Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀλλʼ ἐν βοὸς κοιλίᾳ καθήμενος ἐκδέχου σου τὴν μάμμην, μέχρις σε χορτάσῃ. ὁ Ἡρακλῆς εἰ τοῖς ἐν οἴκῳ παρεκάθητο, τίς ἂν ἦν; Εὐρυσθεὺς καὶ οὐχὶ Ἡρακλῆς. ἄγε, πόσους δὲ περιερχόμενος τὴν οἰκουμένην συνήθεις ἔσχεν, φίλους; ἀλλʼ οὐδὲν φίλτερον τοῦ θεοῦ· διὰ τοῦτο ἐπιστεύθη Διὸς υἱὸς εἶναι καὶ ἦν. ἐκείνῳ τοίνυν πειθόμενος περιῄει καθαίρων ἀδικίαν καὶ ἀνομίαν.

ἀλλʼ οὐκ εἶ Ἡρακλῆς καὶ οὐ δύνασαι καθαίρειν τὰ ἀλλότρια κακά, ἀλλʼ οὐδὲ Θησεύς, ἵνα τὰ τῆς Ἀττικῆς καθάρῃς· τὰ σαυτοῦ κάθαρον. ἐντεῦθεν ἐκ τῆς διανοίας ἔκβαλε ἀντὶ Προκρούστου καὶ Σκίρωνος λύπην, φόβον, ἐπιθυμίαν, φθόνον, ἐπιχαιρεκακίαν, φιλαργυρίαν, μαλακίαν, ἀκρασίαν.

ταῦτα δʼ οὐκ ἔστιν ἄλλως ἐκβαλεῖν, εἰ μὴ πρὸς μόνον τὸν θεὸν ἀποβλέποντα, ἐκείνῳ μόνῳ προσπεπονθότα, τοῖς ἐκείνου προστάγμασι καθωσιωμένον. ἂν δʼ ἄλλο τι θέλῃς,

οἰμώζων καὶ στένων ἀκολουθήσεις τῷ ἰσχυροτέρῳ ἔξω ζητῶν ἀεὶ τὴν εὔροιαν καὶ μηδέποτʼ εὐροεῖν δυνάμενος. ἐκεῖ γὰρ αὐτὴν ζητεῖς, οὗ μή ἐστιν, ἀφεὶς ἐκεῖ ζητεῖν, ὅπου ἐστίν.

τί πρῶτόν ἐστιν ἔργον τοῦ φιλοσοφοῦντος; ἀποβαλεῖν οἴησιν· ἀμήχανον γάρ, ἅ τις εἰδέναι οἴεται, ταῦτα ἄρξασθαι μανθάνειν.

τὰ μὲν οὖν ποιητέα καὶ οὐ ποιητέα καὶ ἀγαθὰ καὶ κακὰ καὶ καλὰ καὶ αἰσχρὰ πάντες ἄνω καὶ κάτω λαλοῦντες ἐρχόμεθα πρὸς τοὺς φιλοσόφους, ἐπὶ τούτοις ἐπαινοῦντες ψέγοντες, ἐγκαλοῦντες μεμφόμενοι, περὶ ἐπιτηδευμάτων καλῶν καὶ αἰσχρῶν ἐπικρίνοντες καὶ διαλαμβάνοντες.

τίνος δʼ ἕνεκα προσερχόμεθα τοῖς φιλοσόφοις; ἃ οὐκ οἰόμεθα εἰδέναι. τίνα δʼ ἐστὶ ταῦτα; τὰ θεωρήματα. ἃ γὰρ λαλοῦσιν οἱ φιλόσοφοι, μαθεῖν θέλομεν ὡς κομψὰ καὶ δριμέα, οἱ δʼ, ἵνʼ ἀπʼ αὐτῶν περιποιήσωνται.

γελοῖον οὖν τὸ οἴεσθαι, ὅτι ἄλλα μέν τις μαθεῖν βούλεται, ἄλλα δὲ μαθήσεται, ἢ λοιπὸν ὅτι προκόψει τις ἐν οἷς οὐ μανθάνει.

τὸ δʼ ἐξαπατῶν τοὺς πολλοὺς τοῦτʼ ἔστιν, ὅπερ καὶ Θεόπομπον τὸν ῥήτορα, ὅπου καὶ Πλάτωνι ἐγκαλεῖ ἐπὶ τῷ βούλεσθαι ἕκαστα ὁρίζεσθαι.