Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

καὶ πρῶτον πάντων ξένον αὐτὸν καλῶ καὶ λέγω· οὗτος ὁ ἄνθρωπος οὐκ οἶδεν ποῦ τῆς γῆς ἐστιν, ἀλλʼ ἐκ τοσούτου χρόνου ἐπιδημῶν ἀγνοεῖ τοὺς νόμους τῆς πόλεως καὶ τὰ ἔθη καὶ τί ἔξεστι καὶ τί οὐκ ἔξεστιν. ἀλλʼ οὐδὲ νομικόν τινα παρέλαβεν πώποτε τὸν ἐροῦντα αὐτῷ καὶ ἐξηγησόμενον τὰ νόμιμα·

ἀλλὰ διαθήκην μὲν οὐ γράφει μὴ εἰδὼς πῶς δεῖ γράφειν ἢ παραλαβὼν τὸν εἰδότα οὐδʼ ἐγγύην ἄλλως σφραγίζεται ἢ ἀσφάλειαν γράφει, ὀρέξει δὲ χρῆται δίχα νομικοῦ καὶ ἐκκλίσει καὶ ὁρμῇ καὶ ἐπιβολῇ καὶ προθέσει.

πῶς δίχα νομικοῦ; οὐκ οἶδεν ὅτι θέλει τὰ μὴ διδόμενα καὶ οὐ θέλει τὰ ἀναγκαῖα καὶ οὐκ οἶδεν οὔτε τὰ ἴδια οὔτε τὰ ἀλλότρια. εἰ δέ γʼ ᾔδει, οὐδέποτʼ ἂν ἐνεποδίζετο, οὐδέποτʼ ἐκωλύετο, οὐκ ἂν ἠγωνία.

πῶς γὰρ οὔ; φοβεῖταί τις οὖν ὑπὲρ τῶν μὴ κακῶν; — οὔ. — τί δʼ; ὑπὲρ τῶν κακῶν μέν, ἐπʼ αὐτῷ δʼ ὄντων ὥστε μὴ συμβῆναι;

— οὐδαμῶς. — εἰ οὖν τὰ μὲν ἀπροαίρετα οὔτʼ ἀγαθὰ οὔτε κακά, τὰ προαιρετικὰ δὲ πάντα ἐφʼ ἡμῖν καὶ οὔτʼ ἀφελέσθαι τις ἡμῶν αὐτὰ δύναται οὔτε περιποιῆσαι ἃ οὐ θέλομεν αὐτῶν, ποῦ ἔτι τόπος ἀγωνίας;