Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ὅταν ἀγωνιῶντα ἴδω ἄνθρωπον, λέγω· οὗτος τί ποτε θέλει; εἰ μὴ τῶν οὐκ ἐφʼ αὑτῷ τι ἤθελεν, πῶς ἂν ἔτι ἠγωνία;

διὰ τοῦτο καὶ ὁ κιθαρῳδὸς μόνος μὲν ᾁδων οὐκ ἀγωνιᾷ, εἰς θέατρον δʼ εἰσερχόμενος, κἂν λίαν εὔφωνος ᾖ καὶ καλῶς κιθαρίζῃ· οὐ γὰρ ᾆσαι μόνον θέλει καλῶς, ἀλλὰ καὶ εὐδοκιμῆσαι, τοῦτο δʼ οὐκέτι ἐστὶν ἐπʼ αὐτῷ.

λοιπὸν οὗ μὲν ἡ ἐπιστήμη αὐτῷ πρόσεστιν, ἐκεῖ τὸ θάρσος· φέρε ὃν θέλεις ἰδιώτην καὶ οὐκ ἐπιστρέφεται· ὅπου δʼ οὐκ οἶδεν οὐδὲ μεμελέτηκεν, ἐκεῖ ἀγωνιᾷ.

τί δʼ ἔστι τοῦτο; οὐκ οἶδεν, τί ἐστιν ὄχλος οὐδὲ τί ὄχλου ἔπαινος· ἀλλὰ τὴν νήτην μὲν τύπτειν ἔμαθεν καὶ τὴν ὑπάτην, ἔπαινος δʼ ὁ παρὰ τῶν πολλῶν τί ἐστι καὶ τίνα δύναμιν ἔχει ἐν βίῳ οὔτε οἶδεν οὔτε μεμελέτηκεν αὐτό.

ἀνάγκη λοιπὸν τρέμειν καὶ ὠχριᾶν. κιθαρῳδὸν μὲν οὖν οὐ δύναμαι εἰπεῖν μὴ εἶναι, ὅταν ἴδω τινὰ φοβούμενον, ἄλλο δέ τι δύναμαι εἰπεῖν καὶ οὐδὲ ἕν, ἀλλὰ πολλά.